Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 1

13 ἢν δὲ ἐς πῦον τρέπηται, ὀδύνη ὁξεῖα ἴσχει μέσφι κλειδὸς, ἢ ἄκρου ὤμου. ὑπὸ γὰρ τοῦ ἄχθεος ἕλκεται τὸ διάφραγμα, ἐξ οὗ τὸ ἧπαρ ἤρτηται· τὸ δὲ διάφραγμα τὸν ὑπὸ τῇσι πλευρῇσι ὑμένα βρίθει· ξυνῆπται γὰρ αὐτέῳ· ὁ δὲ ἐπὶ τὴν κληῖ¨δα ἠδὲ ἄκρω τῶν ὤμων ἀποτέταται, καὶ τάδε ξυνεφέλκεται κάτω. πῦρ δριμὺ ξὺν Ῥίγεσι ἐπὶ τῇ ἀποστάσει, βὴξ ξηρὴ, οὐ μάλα πυκινὴ, χροιὴ χλοήβαφος. ἢν δὲ κατακορ έως ἔωσιν ἰκτερώδεες , τοῦ λευκοχρόου εἴδεος· ὕπνοι καθαροὶ φαντασίης οὐ μάλα. νηφαλέοι μὲν ἐς πάντα· ἐς ἓν δέ τι τῶν προσκαίρων ἐξαπίνης παρακοπαὶ, καὶ κατεστάθησαν εὐθέως· ὄγκος ὑπὸ τιτθῇσι ἢ πλευρῇσι, ἀπάτη δὲ πολλοῖσι ὅκως περιτοναίου γίγνεται. ἀλλʼ ἢν μὲν ᾖ ὑπὸ τὰς νόθας ὄγκος καὶ ὀδύνη πιεζευμένοις, τὸ ἧπαρ οἰδέει· ἔμπλεων γὰρ ὑγρασίης· ἢν δὲ μὴ ὑπὸ τὸ ὀστέον μίμνωσι οἰδέει[In most of the editions there is the mark of a lacuna before these words; and Ermerins suppresses them altogether, as being redundant. No lacuna appears in any of our British MSS. which I have examined.], τοῦ ὑμένος τὸ σημεῖον· καὶ τοῦ μὲν περιγραφῇ καὶ τὰ ὅρια δῆλα· μετὰ γὰρ τὴν περιαγωγὴν τῶν λοβῶν ἐς λαγαρὸν τὸ ἐπιγάστριον πιέζουσα χεὶρἱζάνει· περιτοναίου δὲ ἀόριστος ἡ σκληρίη καὶ τοῦ πέρατος ἡ ἀπόφυσις ἀφανής. ἢν μὲν εἴσω ἡ ἀπόστασις Ῥέπῃ, πολλόν τι κρέσσον ἡ φύσις ἰητροῦ· ἢ γὰρ ἐς ἔντερα, ἢ ἐπὶ κύστιν τρέψει τὸ πῦον· ἀσινεστέρη δὲ πολλὸν ἡ ἐς κύστιν ὁδός. ἢν δὲ ἔξω Ῥέπῃ, κακὸν μὲν μὴ τάμνειν. ἤν τε γὰρ οὕτως ἔῃ, ἀνεσθίε ται ὑπὸ τοῦ πύου τὸ ἧπαρ, καὶ οὐκ ἐς ἀμβολὴν ὁ θάνατος. ἢν δὲ θέλῃς τάμνειν, αἱμορραγῆσαι κίνδυνος, καὶ αὐτίκα τὸν ἄνθρωπον ἐκθανεῖν. ἄσχετος γὰρ αἱμορραγίη ἐφʼ ἥπατι. ἢν οὖν ἐς ἀνάγκην τομῆς κατίῃς κοτὲ, καυτῆρα ἔμπυρον διαφανέα πυρῶσαι, καὶ διῶσαι μέσφι τοῦ πύου. τωὐτὸ γάρ σοι τέμνει τε καὶ καίει. καὶ ἢν περιγίγνηται, πῦον ἐκρεύσει λευκὸν, πέπον, λεῖον, κακῶδες, ὅτι παχύ· τοῖσδε καὶ πυρετοὶ καὶ τὰ δεινὰ ξυνδιδοῖ· Ῥηϊδίως τε ἀλθέξεται πάντα. ἢν δὲ ἐς ἔντερον τὸ πῦον ἐγχέηται, ἡ γαστὴρ πρώτιστα μὲν ὑδατώδεα διαρρέει· ἔπειτα κρεῶν πλύμασι ἴκελα· αὖθις αὖ δυσεντεριώδεα ὁκοῖα ἐφʼ ἕλκεσι. ἀτὰρ καὶ αἱμάλωψ κοτὲ καὶ θρόμβος ἠνέχθη. φέρεται καὶ χολὴ ξανθὴ κατακορὴς, ἢ πρασοειδὴς, καὶ ὑστάτη ἐς ὄλεθρον μέλαινα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme