Book 1
13
ἢν δὲ ἐμπυέῃ τὸ ἧπαρ, μείρακες καὶ οἱ μέσφι ἀκμῆς, ἧσσον γυναῖκες· προφάσιες δὲ ἀκρασίη καὶ νοῦσος μακρὴ, μάλιστα ἐπὶ δυσεντερίῃ καὶ ξυντήξεσι. καὶ γὰρ δὴ καὶ τούσδε ἐκίκλησκον ξυντηκτικοὺς, τοὺς ἐπὶ ἕλκεσι ἥπατος ἰσχνοὺς ἀποθνήσκοντας.
Κεφ. ιδʼ. περὶ Σπληνός.
14
σπληνὶ ξύνηθες χρόνιον νόσημα, σκίρρος. ἔμπυος δὲ οὐ Ῥηϊδίως, γίγνεται δʼ οὖν. εὖτε πόνος μὲν οὐ τρηχὺς, ὄγκος δὲ πουλὺς τῆς ἐπιπονίης μέζων· ἐπὶ δεξιὰ γὰρ ὤφθη μέσφι τοῦ ἥπατος ὅλῃ τῇ κοινωνί ῃ ἐποιδέων. τοὔνεκεν πολλοῖσι ἀπάτη γίγνεται, ὡς τοιοῦδε οὐκ ἐόντος σπληνὸς, ἀλλὰ τοῦ ὑμένος πάθεος. τὸ γὰρ περιτόναιον φλεγμάινειν σφίσι δοκέει. ἀπηνὴς δὲ καὶ ἀτέραμνος ὅκως λίθος. τοιόσδε τὰ πολλὰ ἐπὶ σκίρρῳ γίγνεται σπλὴν, εὖτε καὶ ἀπορίη ξύνεστι παντελής.
14
ἢν δὲ καὶ ἐμπυΐσκῃ, εὐαφὴς μὲν, εἴκων ἐπὶ τῇ θίξι κατὰ κορυφὴν, ἔνθα ἡ τοῦ πύου γέννα· ὅπη δὲ ἀνεκπύητος, οὐκ εἴκει. ἄλλοτε δὲ τῇ κοιλίῃ ἅπας ἐπαιώρηται, τῇδε κἀκεῖσε πρὸς τὰς ἀπώσιας φερόμενος, ἔς τʼ ἂν σμικρότερος ἐὼν χώρην ἐς τὸ ἐμπλώειν ἴσχῃ. ναυτίη, ἀπορίη, μάλιστα πρὸς τῇσι Ῥήξεσι.
14
ἐπὶ δὲ τάσιος σημήϊα, πυρετοὶ , πόνοι καὶ Ῥίγεα. τὰ πολλὰ γὰρ ἔασι ἄρριγοι δὲ ἐπὶ βραχείῃ θέρμῃ καὶ ἀνώδυνοι, τῇδε καὶ λέληθέ κοτε ἐς σπλῆνα ἀπόστασις. μανὸν γὰρ καὶ ἐπαναίσθητον καὶ ἐν ὑγείῃ τὸ σπλάγχνον· οἰδαλέοι, ὑδερώδεες, μελάγχλωροι, ξὺν δυσφορίῃ ἡ δύσπνοια ὡς ἀπὸ βάρεος τοῦ θώρηκος. ἐπίδηλον γὰρ τὸ κακόν· ἄχρι τῶν ἄνω γαστὴρ πίμπλαται ὑπὸ πνεύματος παχέος, ὁμιχλώδεος , ὑγροῦ ὡς δοκέειν, οὐκ ἔτʼ ἐόντος ὑγροῦ· βῆξαι πολλὸν θυμὸς ἐγγίγνεται , καὶ βραχέα ξηρὰ βήσσουσι. κοιλίη ἤν τι κάτω φέρῃ ὑδατώδεα, τὸ πρῶτον σμικρὸν ἐπικουφίζουσα· εἰ δὲ ἐπὶ μᾶλλον ἐκδιδῷ, ξυντήκει μὲν τὸν ἄνθρωπον· ὠφελέει δὲ οὐδὲν ἧττον.