Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 1

14 ἢν δὲ καὶ ἐκραγῇ, πῦον μὲν καθαρὸν, πέπον ὄυκοτε ἐσσύθη, ὑπόλευκον δὲ καὶ τεφροειδὲς , ἄλλοτε δὲ τρυγῶδες ἢ πελιδνόν· ἢν δὲ καὶ βαθυτέρη ἡ ἀπόστασις γένηται, καὶ μέλαν τὸ ὑγρόν· εὖτε καὶ τοῦ χυμοῦτι τοῦ σπληνὸς ἔξεισι συντακέντος. μετεξετέροισι δὲ καὶ ὅλα μέλεα τοῦ σπληνὸς ἠνέχθη· εὔλυτος γὰρ καὶ φύσι σπλήν· ἢν δὲ καὶ μὴ καθίστηται τὸ ἕλκος, μίμνῃ δὲ ἐς πολλὸν χρόνον, ἀπόσιτοι, καχέκται, οἰδαλέοι, ἰδεῖν ἀπρεπέες, πολυελκέες πάντη· μάλιστα δὲ ἐς κνήμας· στρογγύλα, πελιδνὰ , κοῖλα, Ῥυπαρὰ, δυσαλθέα τὰ ἕλκεα· τῇδε ἐπιξυντακέντες ὤλοντο.
14 ἐπὶ δὲ σμικρῷ ὄγκῳ μετὰ σκληρίης, ἀντιτυπίης , ἀπονίη· διὰ τόδε πολλὸν χρόνον ζῶσι οἵδε· εἰ δὲ τοῦ πάθεος ἥττηντο, χρεὼν ὕδρωψ, ἢ φθίσις, καὶ τοῦ σκήνεος τηκεδὼν ἐπιγίγνεται· ἀτὰρ ἠδὲ οὗτος ὁ τρόπος τοῦ ὀλέθρου σφέας τοῦ ζῆν ἐξάγει.
14 παιδία μὲν οὖν καὶ νέοι παθεῖν τε Ῥηΐτεροι καὶ ἀπαλλαγῆναι Ῥηΐτεροι· γέροντες δὲ οὐκ εὐπαθέες μὲν, διαδρῆναι δὲ ἀδύνατοι· ἀτὰρ καὶ πρεσβῦται ἔλαθόν τινες ὑπὸ σπληνὸς διαφθαρέντες. καὶ γὰρ καὶ ἐπὶ σμικρῷ ὄγκῳ τοῦ ὀλίθρου σφίσιν ἡ Ῥοπή· φέρει δὲ καὶ νοῦσος μακρὴ, φθινώδης, καὶ νέοισι ἀργίη μάλιστα, ὁκόσοισι ἀπʼ ἀγωνίης, ἢ γυμνασίων πολλῶν, ἄπονοντὸ σῶμα. χωρία ἑλώδεα, ὕδατα παχέα, ἁλμυρὰ, βρωμώδεα· ὡρῶν, τὸ θηριῶδες μετόπωρον.

Κεφ. ιεʼ. περὶ Ἰκτέρου.

15 ἢν χολῆς ξανθῆς, λεκιθώδεος , ἢ κροκοει δέος, ἢ τῆς μελαγχλώρου, ἐς τὸ παντελὲς ἀνάχυσις ἀπὸ τοῦ σπλάγχνου γένηται, τὸ πάθος ἴκτερος κικλήσκεται, χαλεπὸν μὲν ἐν ὀξέσι· οὐ γὰρ μόνον πρὸ ἑβδόμης κτείνει φανὲν, ἀλλὰ καὶ μετὰ ἑβδόμην ἔκτεινε μυρίους· σπανίως δὲ εὖτε ἔκρινε πυρετὸν ἐς τέλος τὸ πάθος, ἀλλʼ αὐτὸς οὐ Ῥηϊδίως λύεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme