Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 1

15 ὧδε καὶ ἐπὶ παντὶ γίγνεσθαι σπλάγχνῳ δυνατὸν ἴκτερον, οὐ μόνον τῶν ἐς τὸ ἧπαρ πεμπόντων τροφὴν, ἀλλὰ κἢν ἀπὸ ἥπατος λαμβάνῃ. οὐ γὰρ ὀχετοῖσι αἰσθητοῖσι μοῦνον ἡ φύσις παντὶ διαπέμπει τὴν τροφὴν, ἀλλὰ πολλῷ πλέον ἀτμοῖσι, οἵπερ ἀπὸ παντὸς εἰς πᾶν ἐνεχθῆναι Ῥηΐδιοι, τῆς φύσιος αὐτοὺς καὶ διὰ στερεῶν καὶ πυκινῶν ἀγούσης· γίγνονται οὖν οἱ ἀτμοὶ χολόβαφοι, καὶ χρώζουσι, ᾗ ἂν ἵζωσι τοῦ σώματος. οὐ μὴν ἐπὶ κώλῳ ἡ τῆς κοιλίης ἔκκρισις λευκή. ἀσινὲς γὰρ τὸ ἧπαρ ἐς γένεσιν, καὶ ἐκροὴν ἴσχει ἐπὶ ἔντερα χολῆς.
15 δυνατωτάτη δὲ καὶ ἡ ἐπὶ τῷ παντὶ ἕξις ἴκτερον τεκεῖν. ἴσχει γὰρ καὶ ἐν ὅλῳ τὴν αἰτίην. ἔστι δὲ τοιήδε· παντὶ μὲν τὸ θερμὸν ἐς πέψιν, παντὶ δὲ ὑγρῶν γέννα καὶ διάκρισις, ἄλλων μὲν ἄλλη, ἑκάστῳ δὲ οἰκείη· ἐν σαρκὶ μὲν ἱδρῶς, ἐν ὀφθαλμοῖσι δὲ δάκρυον, ἐν ἄρθροισι δὲ καὶ Ῥινὶ μύξη, ἐν ὠσὶ κυψελίς. ἢν οὖν ἐς ἕκαστον ἔργον τὸ θερμὸν ἐγκάμῃ, αὐτὸ μὲν ἐς δριμὺ καὶ πυρῶδες ἐτράπη· τὰ δὲ ὑγρὰ πάντα γίγνεται χολή· πυρὸς γὰρ ἔργα πικρὰ καὶ χολόβαφα. ἢν δὲ καὶ ἐν αἵματι ἀπεψίη ξυμβῇ, γίγνεται τὸ αἷμα χολοειδὲς, σκίδναται δὲ παντὶ τρέφον· διὰ τόδε παντὶ φαίνεται χολή· δεινὸν μὲν γὰρ τὸ πάθος, φοβερὴ δὲ ἡ χρόη εἴδεϊ, καὶ χρυσοει δέες ἔασι τὴν χροιήν· οὐ γὰρ ἀνθρώπῳ εὐπρεπὲς ὅ γε ἐν λίθῳ καλὸν ἔῃ· περιττὸν δέ μοι φράζειν καὶ πόθεν τοὔνομα, πλὴν ὁκόσον τῶν χερσαίων ἰκτίδων τῶν τετραπόδων θηρίων, τοιοῖσι δὲ ἔασι οἱ ὦπες ὁ ῖοίδε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme