Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 1

15 εἴδεα τοῦ πάθεος δοιά. ἢ γὰρ ἐς τὸ ξανθὸν καὶ τὸ κροκῶδες ἐτράπη τοῦ λευκοχλώρου εἴδεος, ἢ ἐς τὸ πελιδνὸν καὶ μέλαν. τῶνδε μέντοι ἡ αἰτίη ἡ δὴ καὶ χολῶν ἐστι αἰτίη· καὶ γὰρ καὶ τῆσδε ἡ μὲν ξανθὴ, λεπτὴ, διειδὴς, λευκοτέρου εἴδεος, ἡ δὲ κατακορὴς, ὡς κρόκον, ἢ λέκιθον φάναι, τοῦ αὐτοῦ εἴδεος.The text here given, is as amended by Petit and Ermerins. In the MSS. it is much vitiated. δευτέρη δὲ μελαντέρης χροιῆς, πρασίζουσα , ἰσσατώδης, μέλαινα· μυρίαι δὲ ἐν μέσῳ τῶν χροιῶν παραλλαγαί· παρὰ δὲ τὸ θερμὸν τουτέων καὶ τὰ ὑγρὰ ἡ τροπή. ἀλλὰ καὶ τὰ σπλάγχνα τοῦδέ ἐστι αἴτια· ἢν ᾖ ξανθὸν, ὡς τὸ ἧπαρ· ἢ πελιδνὸν, ὡς ὁ σπλήν· ἢν μὲν ἐπὶ σπλάγχνῳ τινὶ ἴκτερος γένηται, ἐπὶ ἥπατι μὲν, τὰ ἥπατος προφανέα· ἐπὶ δὲ σπληνὶ, τὰ σπληνός. ἕκαστα δὲ τὰ τῶν ἄλλων ἑκάστου· ἢν δὲ μηδενὸς φαίνηται, τῆς ὅλης ἕξιός ἐστι ἡ πάθη. διαφανῆ δὲ κατὰ τὰ λευκὰ ἐν τοῖσι ὀφθαλμοῖσι·The common reading, διαφανῆ δὲ καὶ τὰ ἐν τοῖσι λευκοτάτοισι ὀφθαλμοῖσι, being evidently at fault, I have not scrupled to adopt the conjectural emendation of Ermerins. μετώπου δὲ, πρὸς κροτάφοισι μᾶλλον· τοῖσι λευκοῖσι φύσι, καὶ ἐπὶ σμικρῷ ἰκτέρῳ ἡ χροιὴ μέζων ἐπανθέει.
15 Ὁκόσοισι μὲν οὖν μέλας ὁ ἴκτερος, χροιῇ μελάγχλωροι, Ῥιγώδεες, ἀδρανέες, ὄκνῳ εἴκοντες, ἄθυμοι, βρωμώδεες δὲ τὴν ὀσμὴν, πικροὶ δὲ τὴν γεῦσιν, τὴν ἀναπνοὴν οὐκ εὔκολοι, γαστρὶ δακνώδεες, διαχωρήματα πρασοειδέα, ὑπομέλανα, ξηρὰ, μόλις διαχωρούμενα, οὖρα κατακορέα ἐπὶ τὸ μελάντερον. ἄπεπτοι , ἀπόσιτοι, ἄγρυπνοι, ἄθυμοι, μελαγχολώδεες.
15 ἐπὶ δὲ τὸ λευκότερον , χροιῇ μὲν λευκόχλωροι, γνώμῃ δὲ φαιδρότεροι· σιτίων ἄρξασθαι μὲν ὀκνηροὶ, ἐμφαγεῖν δὲ οὐκ ἀγενεῖς, πέψαι Ῥηΐδιοι τῶν πρόσθεν μᾶλλον· διαχωρέουσι λευκὰ, ξηρὰ, ἀργιλώδεα· οὐρέουσι ξανθὰ, ὠχρὰ, κροκοειδέα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme