Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 1

Κεφ. δ′. περὶ Ἐπιληψίης.

4 ποικίλον ἠδὲ ἀλλόκοτον κακὸν ἡ ἐπιληψίη, θηριῶδες μὲν ἐν παροξυσμοῖσι καὶ κάτοξυ καὶ ὀλέθριον. ἔκτεινε γάρ κοτε παροξυσμὸς εἷς· ἢν δὲ μελέτῃσι φέρῃ ὥνθρωπος, ζῇ μὲν αἴσχεα καὶ ὀνείδεα καὶ ἄλγεα φέρων, Ῥηϊδίως δὲ οὐκ ἄπεισι ἡ νοῦσος, ἀλλὰ ἐν ἡλικίῃσί τε τῇσι κρείττοσι ἐνοικέει καὶ ὥρῃ τῇ ὡραίῃ. ξυνδιαιτᾶταί τε παισὶ καὶ μειρακίοισι. ἐξηλάθη δέ κοτε ὑπʼ εὐτυχίης, διʼ ἄλλης ἡλικίης μέζονος, εὖτε τῷ κάλλεϊ συνέξεισι τῆς ὥρης· ἀλλὰ καὶ τότε μετεξετέρους αἰσχροὺς ἀποδείξασα, ἀπόλλυσι τοὺς παῖδας φθόνῳ τοῦ κάλλεος, ἢ χειρὸς ἀκρασίῃ, ἢ προσώπου διαστροφῇ, ἢ πηρώσι τινὸς αἰσθήσιος· Our author here has evidently in view a passage contained in the Hippocratic treatise On the Sacred Disease. See Syd. Soc. Ed. t. ii. p. 851. I cannot see the same objection to φθόνῳ, the common reading, as Ermerins does, who proposes to substitute φθόρῳ in place of it. The other, although metaphorical, is quite in the style of our author. ἢν δὲ φωλεύσῃ τὸ κακὸν ἐς Ῥίζην, οὔτε ἰητρῷ οὔτε ἡλικίης μεταβολαῖς ἐς ἔξοδον πείθεται, ἀλλὰ ξυμβιοῖ μέσφι θανάτου. ποτὶ καὶ ἐπίπονος ἡ νοῦσος σπασμοῖσι καὶ διαστροφῇσι μελέων τε καὶ ὄψιος, ἔτρεψε δέ κοτε καὶ γνώμην ἐς μανίην. ἀτερπὴς μὲν ἡ τοῦ παροξυσμοῦ θέη, αἰσχρὴ δὲ καὶ ἡ ἀπόλειψις αὐτέου, ἐπὶ ἀφόδῳ καὶ οὔροισι καὶ αὐτομάτῳ κοιλίῃ.
4 ἀλλὰ καὶ ἄδοξος ἡ ξυμμορφή· δοκέει γὰρ τοῖσι ἐς τὴν σελήνην ἀλιτροῖσι ἀφικνεῖ σθαι ἡ νοῦσος· τοὔνεκεν ἱερὴν κικλήσκουσι τὴν πάθην· ἀτὰρ καὶ διʼ ἄλλας προφάσιας, ἢ μέγεθος τοῦ κακοῦ· ἱερὸν γὰρ τὸ μέγα· ἢ ἰήσιος οὐκ ἀνθρωπίνης, ἀλλὰ θείης, ἢ δαίμονος δόξης ἐς τὸν ἄνθρωπον εἰσόδου, ἢ ξυμπάντων ὁμοῦ, τήνδε ἐκίκλησκον ἱερήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme