Book 1
5
ἔστι δὲ ἀθυμίη ἐπὶ μιῇ φαντασίῃ, ἄνευ τε πυρετοῦ· δοκέει τε δέ μοι μανίης τε ἔμμεναι ἀρχὴ καὶ μέρος ἡ μελαγχολίη. τοῖσι μὲν γὰρ μαινομένοισι ἄλλοτε μὲν ἐς ὀργὴν, ἄλλοτε δʼ ἐς θυμηδίην ἡ γνώμη τρέπεται, τοῖσι δὲ μελαγχολῶσι ἐς λύπην καὶ ἀθυμίην μοῦνον.The sense evidently requires ἀθυμίην in place of θυμηδίην, the common reading. See Petit and Ermerins. ἀτὰρ καὶ μαίνονται μὲν ἐς τὰ πλεῖστα τοῦ βίου, ἀφρονέοντες καὶ δεινὰ καὶ αἰσχρὰ πρήσσοντες· μελαγχολῶσι δὲ οὐκ ἐπὶ ἑνὶ εἴδεϊ ἕκαστοι· ἀλλʼ ἢ πρὸς φαρμακίην ὕποπτοι, ἢ ἐς ἐρημίην φεύγουσι μισανθρωπίῃ, ἢ ἐς δεισιδαιμονίην τρέπονται, ἢ μῖσός ἐστι τοῦ ζῆν τουτέοισι. ἢν δὲ ἐξ ἀθυμίης ἄλλοτε καὶ ἄλλοτε διάχυσις γένηται, ἡδονὴ προσγίγνεται ἐπὶ τοῖσι πλείστοισι· οἱ δὲ μαίνονται.
5
ὅκως δὲ, καὶ ἀπὸ κοίων χωρίων τὰ πολλὰ γίγνονται φράσω. ἢν μὲν ἐν τοῖσι ὑποχονδρίοισι μίμνῃ ἡ αἰτίη, ἀμφὶ τὰς φρένας εἱλέεται, καὶ διεξίει χολὴ ἄνωθεν, ἢ κάτωθεν μελαγχο λῶσιν· ἢν δὲ καὶ κεφαλὴν ἐς ξυμπαθείην ἄγῃ, καὶ ἀμείβεται τὸ παράλογον τῆς ὀξυθυμίης ἐς γέλωτα καὶ ἡδονὴν ἐς τὰ πολλὰ τοῦ βίου, οἱ δὲ μαίνονται αὔξῃ τῆς νούσου μᾶλλον ἢ ἀλλαγῇ πάθεος.
5
ἐπʼ ἀμφοῖν δὲ ξηρότης αἰτίη. ἄνδρες μὲν οὖν μαίνονται καὶ μελαγχολῶσι, ἢ καὶ ἀνδρῶν ἐλάσσους· κάκιον δὲ ἀνδρῶν αἱ γυναῖκες ἐκμαίνονται· ἡλικίη, πρὸς ἀκμὴν, καὶ οἱ ἀκμάζοντες· ὥρη θέρος μὲν καὶ φθινόπωρον τίκτει, ἔαρ δὲ κρίνει.
5
τεκμήρια μὲν οὖν οὐκ ἄσημα. ἢ γὰρ ἥσυχοι, ἢ στυγνοὶ, κατηφέες, νωθροὶ ἔασι ἀλόγως, οὔ τινι ἐπʼ αἰτίῃ, μελαγχολίης ἀρχή. ἔτι δὲ καὶ ὀργίλοι προσγίγνονται, δύσθυμοι, ἄγρυπνοι, ἐκ τῶν ὕπνων ἐκθορυβούμενοι.