Book 1
5
ἔχει δὲ αὐτέους καὶ τάρβος ἔκτοπον, ἢν ἐς αὔξησιν τὸ νόσημα φοιτῇ, εὖτε καὶ ὄνειροι ἀληθέες, δειματώδεες, ἐναργέες. ὁκόσα γὰρ ὑπὰρ ἐκτρέπονται ὁποίου ὦν κακοῦ, τάδε ἐνύπνιον ὁρέουσι ὥρμησε·This passage, in all the MSS., is confessedly corrupt. I have adopted the conjectural emendation of Ermerins, although very bold, and, I must add, not quite satisfactory. πρὸς τὸ Ῥηΐδιον μεταγνῶναι εὔκολοι, αἰσχροὶ, σμικρολόγοι, ἄδωροι, καὶ μετʼ οὐ πολὺ ἁπλοῖ, ἄσωτοι, πολύδωροι, οὐκ ἀρετῇ ψυχῆς, ἀλλὰ ποικιλίῃ νοσήματος· ἢν δὲ ἐπὶ μᾶλλον τὸ κακὸν πιέζῃ, μῖσος, φυγανθρωπίη, ὀλόφυρσοι ἐς κενεὰ, ζωῆς κακήγοροι· ἔρανται δὲ θανάτου. πολλοῖσι δὲ ἐς ἀναισθησίην καὶ μώρωσιν ἡ γνώμη Ῥέπει, ὄκως ἀγνῶτες ἁπάντων, ἢ ἐπιλήσμονες ἑωυτέων, βίον ζώωσι ζωώδεα· ξυντρέπεται δὲ καὶ τοῦ σκήνεος ἐς πονηρὸν ἡ ἕξις· χροιὴ μελάγχλωρος, ἢν μὴ διεξίῃ κάτω ἡ χολὴ, ἀλλὰ ἀναχέηται ξὺν τῷ αἵματι ἐς τὸ πᾶν· βοροὶ μὲν, ἰσχνοὶ δέ· ὕπνος γὰρ αὐτέοισι τε πόσει οὔτε βρωτῷ συγκρατέει τὰ μέλεα· ἀγρυπνίη δὲ σκίδνησι ἐς τὴν ἔξω φορήν· τοιγαρο ῦν κοιλίη ξηρὴ οὐδὲν διεῖσα. ἢν δέ κοτε ἐκδιδῷ, ξηρὰ, στρογγύλα, ξὺν περιρρόῳ μέλανι, χολώδεα, οὖρα σμικρὰ, δριμέα, χολόβαφα· φυσώδεες καθʼ ὑποχόνδριον, ἐρυγαὶ κακώδεες, βρωμώδεες, ὡς ἐξ ἁλὸς ὀρυγμίη· ἀνέπλω κοτὲ καὶ ὑγρὸν δριμὺ ξὺν χολῇ. σφυγμοὶ ὡς ἐπίπαν σμικροὶ, νωθροὶ, ἀδρανέες, πυκνοὶ, ἴκελοι τῷ ψύχεϊ.
5
λόγος ὅτι τῶν τοιῶνδέ τις ἀνηκέστως ἔχων, κούρης ἤρα τε καὶ τῶν ἰητρῶν οὐδὲν ὠφελούν των , ὁ ἔρως μιν ἰήσατο· δοκέω δʼ ἔγωγε ἐρᾶν μὲν αὐτὸν ἀρχῆθεν, κατηφέα δὲ καὶ δύσθυμον ὑπʼ ἀτυχίης τῆς κούρης ἔμμεναι, καὶ μελαγχολικὸν δοκέειν τοῖσι δημότῃσιν· οὗτος οὔτε μὴν ἦν ἔρωτα ἐγγιγνώσκων· ἐπεὶ δὲ τὴν ἔρωτα ξυνῆψε τῇ κούρῃ, παύεται τῆς κατηφείης, καὶ διασκίδνησι ὀργήν τε καὶ λύπην, χάρμῃ δὲ ἐξένηψε τῆς δυσθυμίης· καθίσταται γὰρ τὴν γνώμην ἔρωτι ἰητρῷ.
Κεφ. ς′. περὶ Μανίης.