Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 2

3 λίθων μὲν οὖν ἀμφὶ γενέσιος τοιάδε πάθη. μετεξέτεροι ἐν περιόδοισι οὐρέουσι αἷμα· τοῖσι ἀπὸ αἱμορροΐδων ἰκέλη ἥδε ἡ ξυμφορή· ὁμοίη δὲ καὶ ἡ τοῦ σκήνεος κατάστασις, ἔξωχροι, νωθροὶ, ἄπρηκτοι, ἀπόσιτοι, ἄπεπτοι· κἢν μὲν ἐκκριθῇ, ἔκλυτοι, πάρετοι τὰ μέλεα· κεφαλὴν δὲ κοῦφοι καὶ ἐλαφρότεροι· ἢν δὲ ἐς τὴν περίοδον μηδὲν ἐκρυῇ, κεφαλαλγέες, ἀμαυροὶ τὰς ὄψιας, σκοτώδεες, ἀμφιδινεύμενοι· ἐντεῦθεν ἐπίληπτοι μυρίοι· ἄλλοι οἰδαλέοι, ἀπαχλυούμενοι, ὑδρωπιώδεες· ἄλλοι δὲ μελαγχολώδεες ἢ παράλυτοι. ἐπισχέσιος γὰρ αἱμορροίης ξυνήθεος ἀπότοκατάδε. ἢν μὲν οὖν ἐκρέῃ τὸ αἷμα καθαρὸν, ἀμιγὲς οὔροισι, τὰ πολλὰ ἐκρέει ἀπὸ κύστιος τῶν οὔρων τὸ αἷμα. φέρεταί κοτε καὶ ἀπὸ Ῥήξιος τῶν νεφρῶν πολὺ ἀθρόον· ἀτὰρ ἠδὲ πάγον ἴσχει, καὶ γίγνονται θρόμβοι ὡς ἔξω χυθέν· ἐπάγη κοτὲ καὶ ἐν κύστι, εὖτε ἰσχουρίη γίγνεται δεινή.
3 ἐπὶ δὲ τῇ Ῥαγῇ ἕλκεα συμβαίνει χρόνια καὶ δυσαλθέα. τέκμαρ δὲ ἐφελκὶς, ἢ ὑμένιον, εὖτε ἀράχνιον, ἐρυθρὸν ἐκκριθὲν, ἢ πῦον λευκὸν οὐρηθὲν, ἄλλοτε μὲν καθαρὸν, ἀμιγὲς, ἄλλοτε δὲ οὔροισι ξυμμεμιγμένον· τοῖσδε χρὴ καὶ ἀποστάσιας διαγιγνώσκειν, ἢν προσγένωνται πυρετοὶ ἐς ἑσπέρην καὶ Ῥίγεα· πόνοι ἀμφὶ τὴν ὀσφὺν, κνησμοί· ἢν δὲ καὶ ἐκραγῇ, θρόμβοι πυώδεες, σαρκοειδέες, ἀτὰρ ἠδὲ λευκοῦ πύου ἀπόστασις· τὰ δὲ ἕλκεα, δακνώδεα, ἄλλοτε μὲν καθαιρόμενα, ἄλλοτε δὲ Ῥυπαρὰὄντα. δηλοῖ δὲ τὸ πῦον, ἀτὰρ ἠδὲ οὖρα κάκοδμα, ἢ ἄνοδμα· ἔαρ μὲν οὖν αἱμορραγίας τίκτει καὶ ἀποστάσιας· χειμὼν δὲ καὶ φθινόπωρον, λίθους· ἢν δὲ ἐπὶ λίθοισι ἕλκεα γένηται, ἀναλθέες μὲν αἱ νοῦσοι, ταχείη τηκεδὼν καὶ θάνατος.

Κεφ. δ′. περὶ τῶν ἐν Κύστι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme