Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 2

4 τῶν ἐν τῇ κύστι νούσων οὐδὲν εὔηθες· τὰ μὲν ὀξέα φλεγμασίῃ καὶ τρώμασι, σπασμῷ καὶ πυρετοῖσι ὀξέσι κτείνοντα· ἕλκος δὲ καὶ ἀποστάσιες, ἢ παράλυσις, ἢ λίθος μέγας χρόνια μὲν, ἀναλθῆ δέ.I have followed the reading suggested by Wigan, and adopted by Ermerins. Χρόνια is wanting in all the MSS., but seems indispensable. οὔτε γὰρ θρύπτεται, ἢ πόσι, ἢ φαρμακῳ, ἢ ἀμφιθρύπτοιτο, οὔτε ἀσινέως τέμνεται.I admit there is something equivocal in the text of this remarkable sentence; but I have not ventured to alter it. Wigan reads: Οὔτε γὰρ θρύπτεται ἤ πόσι, ἤ φαρμάκῳ ἀμφιθρύπτῳ, κ.τ. λ. Ermerins is still bolder in the liberties he uses: Οὔτε γὰρ ὅδε θρύπτεται πόσι, οὔτε ἀσινέως τέμνεται. By the way, he might well have spared one word which he ejects, by reading πόσι φαρμάκων. Were I to meddle with the text at all, I should propose to read as follows: Οὔτε γὰρ θρύπτεται ἢ πόσι φαρμάκων, ἢ ἀμφιθρύπτοιτο (ἀμφιθρύπτεται̣) οὔτε ἀσινέως τέμνεται. I am willing to believe that the passage contains allusions to Lithotripsy, Lithotrity, and Lithotomy!! See Paulus Aegineta t. ii. p. 359, Syd. Soc. Ed. χρὴ γὰρ καὶ τὰ λεπτὰ τῆς κύστιος ξυντάμνειν· τὸ δὲ αὐτῆμαρ ἔκτεινε, ἢ ὀλίγαις ἡμέρῃσι, σπασμοῖσι καὶ πυρετοῖσι θνήσκουσι· ἢν δὲ μὴ τάμῃς, εἰς οὔρων σχέσιν, καὶ πόνοισι, καὶ πυρετοῖσι ἢ τηκεδόσι σμύχεται ὥνθρωπος· ἢν δὲ μὴ κάρτα μέγας ὁ λίθος ἔῃ, σχέσιες μὲν οὔρων ξυνεχέστεραι. ἐς γὰρ τὸν αὐχένα Ῥηϊδίως ἐμπίπτων ἀποέργει οὔρων ἔξοδον. τάμνειν δὲ εἰ καὶ τῶν μεζόνων ἀσφαλέστεροι, ἀλλὰ τέμνεται κύστις, κἤν τις τὸν τοῦ θανάτου κίνδυνον ἐκφύγῃ, Ῥυάδος γίγνεταί οἱ πάθος· κἤν ἀκίνδυνον ἔῃ, ἀλλʼ οὐ φορητὸν ἐλευθέροισι ἀένναον ἐκρέειν οὖρον, κἢν βαδίζῃ, κἢν εὕδῃ, ἀτερπὲς δὲ ἢν βαδίζῃ. οἱ δὲ κάρτα σμικροὶ τὰ πολλὰ τάμνονται ἀσινέως· ἢν δὲ ξυμπεφύκῃ τῇ κύστι λίθος, διάδηλος μὲν τῇσι μελεδώνεσι , ἀτὰρ οὐδὲ ἀσινεῖς πόνοισι καὶ βάρεϊ, κἢν ἂν ᾖ δυσουρίης ἄτερ· ἢν δὲ μὴ, καὶ δυσουρέει. ξύμπαντας δὲ τοὺς λίθους διαγνοίης ἂν τῇσι τῶν ψαμμίωνἐν τοῖσι οὔροισι ὑποστάσεσι· ἀτὰρ ἠδὲ πρόκωποιτὰ αἰδοῖα γίγνονται. εὖτε γὰρ ἀπουρέουσι, καὶ ὕπεστι καὶ ὁ λίθος, ὀδυνέονται , καὶ ἀμφαφόωσι, καὶ ἕλκουσι τὰ αἰδοῖα, ὅκως τὸν λίθον ξὺν τῇ κύστι ἐξαιρεύμενοι· ξυμπαθεῖ δὲ καὶ ἕδρη κνησμώδης γιγνομένη· προπετὴς δὲ καὶ ἀρχὸς βίῃ καὶ ἐντάσεσι, φαντασίῃ ὡς ἐκκρίσιος δῆθεν τοῦ λίθου. ἄμφω γὰρ συγκέονται ἀλλήλοισι ἕδρη τε καὶ κύστις. ὧν ἑκατέρου πάσχοντος πάσχει καὶ θάτερονThe last four words are added by Ermerins to supply a lacuna in the text. The lacuna is not marked in our British MSS. διὰ τόδε καὶ ἐπὶ φλεγμασίῃ ἀρχοῦ, ἰσχουρέει κύστις, καὶ ἐπὶ τῇσι τῆς κύστιος ἀκίσι οὐ διΐησιἕδρη, κἢν μὴ ἐπίξηρος ἡ γαστὴρ ἔῃ. τοῖα μὲν ἄλγεα τὰ λίθων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme