Book 2
4
αἱμορραγίη δὲ κἢν μὴ κάρτα ὀξέως κτείνῃ, χρόνῳ δὲ ἐξέλυσε μυρίους· οἱ δὲ ἀπʼ αὐτέης θρόμβοι, ἰσχουρίῃ ὀξέως ὀλέθριοι, ὅκωσπερ οἱ λίθοι· καὶ γὰρ ἢν τὸ αἷμα λεπτόν τε καὶ ξανθὸν καὶ μὴ πάγχυ ᾖ εὐπαγὲς, ἀλλʼ ἡ κύστις ἐς πολλὸν ἀλίζει χρόνον, καὶ ἥδε θερμαίνουσα καὶ ἑψοῦσα πηγνύει, καὶ ὧδε γίγνεται θρόμβος. ἰσχουρίη μὲν οὖν δυνατωτάτη κτεῖναι. προσεπιγίγνεται δὲ τουτέοι σι ἄλγος ὀξὺ, πῦρ δριμὺ, γλῶσσα ξηρὴ, καὶ ἐπὶ τοῖσδε παράφοροι θνήσκουσι.
4
ἢν δὲ ἐπὶ τρώματι ἄλγος ἐκφανῇ, τρῶμα μὲν ὀλέθριον· τὸ δὲ ἕλκος κἢν μὴ ἀρχῆθεν κτείνῃ, πυρετοῖς ἢ φλεγμον ῇ ἀνήκεστον γίγνεται· λεπτὴ μὲν τὸ πάχος κύστις· νεῦρον δὲ τὴν φυήν· τάπερ οὐδὲ σαρκοῦται οὔτε Ῥηϊδίως ἐπωτειλοῦται. ποτὶ καὶ τὸ οὖρον χολῶδες, δριμὺ, δακνῶδες· τοῦ ἕλκεος ἡ ξυνὴ δίαιτα ἤδε ἐν μὲν τῇσι πληρώσεσι διατέταται· ἢν δὲ κενωθῇ, ξυνίζει· πάσχει οὖν ἄρθρου πάθεϊ ἐν ἐκτάσιτε καὶ κάμψι· ἄρθρῳ δὲ οὐκ εὐαλθὲς ἕλκος οὐδέν.
4
καὶ ἔμπυος δὲ ἐξ ἀποστάσιος γίγνεται· κύστιος σημήϊα, τάπερ ἐπʼ ἄλλοισι· ἐπὶ φλεγμασίῃ γὰρ, καὶ ἐπὶ πυρετοῖσι, καὶ Ῥίγεσι, ἡ ἀπόστασις· κίνδυνοι οἱ ὠυτοί· πῦον δὲ ἀλλʼ εἰ παχὺ, λευκὸν, οὐ κάκοδμον ἐκδιδοῖ, εὐηθέα τὰ ἀπὸ τῶνδε ἕλκεα· ἢν δὲ ἐπινέμηται, τρυγώδεα, μυξοποιὰ, κάκοδμα οὐρέουσι· τῶν τοιῶνδε οὐ βραδύνει θάνατος· δακνώδε α μὲν τὰ οὖρα· ὀδυνηρὰ δὲ ἡ πρόεσις αὐτῶν, διαΐσσει δὲ ἡ ὀδύνη μέσφι ἄκρων τοῦ καυλοῦ· βλάπτει δὲ αὐτέους πάντα καὶ τἀναντία· καὶ πλησμονὴ καὶ κένωσις, καὶ ἀργίη καὶ κίνησις, καὶ λουτρὰ καὶ ἀλουσίη, καὶ τροφὴ καὶ ἀτροφίη, καὶ γλυκέα καὶ ὀξέα, ἄλλων ἄλλα μὲν ὠφελεύντων , ἄλλα δὲ βλαπτόντων, εἰς ἓν ξυμβῆναι μὴ δυναμένων.
Κεφ. ε′. περὶ Γονορροίας.