Book 2
5
Ἀνώλεθρονμὲν ἡ γονόρροια, ἀτερπὲς δὲ καὶ ἀηδὲς μέσφι ἀκοῆς. ἢν γὰρ ἀκρασίη καὶ πάρεσις τὰ ὑγρὰ ἴσχῃ καὶ γόνιμα μέρεα, ὅκως διʼ ἀψύχων Ῥέει ἡ θορὴ, οὐδὲ ἐπίσχειν αὐτέην ἐστὶ οὐδὲ ἐν ὕπνοισι. ἀλλὰ γὰρ ἢν τε εὕδῃ, ἤν τε ἐγρηγορέῃ, ἀνεπίσχετος ἡ φορὴ, ἀναίσθητος δὲ ἡ Ῥοὴ τοῦ γόνου γίγνεται· νοσέουσι δὲ καὶ γυναῖκες τήνδε τὴν νοῦσον, ἀλλʼ ἐπὶ κνησμοῖσιτῶν μορίων καὶ ἡδονῇ προχέεταιτῇσι ἡ θορὴ, ἀτὰρ καὶ πρὸς ἄνδρας ὁμιλίῃ ἀναισχύντῳ· ἄνδρες δὲ οὐδʼ ὅλως ὀδάξονται· τὸ δὲ Ῥέον ὑγρὸν, λεπτὸν, ψυχρὸν, ἄχρουν, ἄγονον. πῶς γὰρ ζωογόνον ἐκπέμψαι σπέρμα ψυχρὴ οὖσα ἡ φύσις; ἢν δὲ καὶ νέοι πάσχωσι, γηραλέους χρὴ γενέσθαι πάντας τὴν ἕξιν, νωθώδεας, ἐκλύτους, ἀψύχους, ὀκνέοντας, κωφοὺς, ἀσθενέας, Ῥικιους, ἀπρηκτους, ἐπώχρους, λευκοὶς, γυναικώδεας, ἀποσίτους, ψυχροὺς· μελέων βάρεα, καὶ νάρκας σκελέων, ἀκρατεας, καὶ ἐς παντα παρέτους, ἥδε ἡ νοῦσος ὁδὸς ἐς παράλυσιν πολλοῖσι γίγνεται. πῶς γὰρ οὐκ ἂν τῶν νεύρων ἤδη ἡ δύναμις πάθοι, τῆς ἐς ζωῆς γένεσιν φύσιος ἀπεψυγμέ νης; καὶ ἡμέας ἄνδρας ποιέει ζωοῦσα ἡ θορὴ, θερμοὺς, ἐνάρθρους, λασίους, εὐφώνους, εὐθύμους, κραταιοὺς νοῆσαί τε καὶ Ῥέξαι· δηλοῦσι οἱ ἄνδρες. οἷσι δὲ οὐκ ἔνεστι ζωοῦσα ἡ θορὴ, Ῥικνοὶ, ἀσθενέες, ὀξύφωνοι, ἄτριχες, ἀγένειοι, γυναικώδεις· δηλοῦσι οἱ εὐνοῦχοι.Ermerins ventures to erase the last three words, and also δηλοῦσι οἱ ἄνδρες, above, from the text. non felicissim. audax! ἢν δέ τις ἀνὴρ καὶ ἐγκρατὴς ἔῃ τῆς θορῆς, κραταιὸς, εὔτολμος, ἀλκήεις μέσφι θηρίων· τέκμαρ δὲ ἀθλητῶν οἱ σαόφρονες. καὶ γὰρ καὶ οἱ φύσι τινῶν κρέσσονες, ὑπʼ ἀκρασίης πολλὸν τῶν χειρόνων γίγνονται χερείονες. πολλὸν δὲ οἱ φύσι χερείους ὑπʼ ἐγκρατί ης γίγνονται κρεσσόνων κρέσσονες. ἀτὰρ οὐδὲ ζῷον ἐξ ἄλλου τευ γίγνεται κραταιὸ ν ἢ θορῆς. μέγα οὖν καὶ ἐς ὑγείην, καὶ ἐς ἀλκὴν, καὶ ἐς εὐψυχίην, καὶ ἐς γένεσιν ζωοῦσα ἠ θορή. ἀπὸ σατυριήσεως ἐς γονορροιής ἀπόσκηψιν ἡ κατάστασις.I cannot but think that the true reading must be μετάστασις. I do not think myself warranted, however, in making such an alteration without authority. Ermerins reads, γονορροίην ἀπόσκηψις, which does not appear to me to be an improvement.