Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 2

9 ἐγγίγνεται οὖν ἐν ἅπασι ἕλκεα· δυσεντερίη δὲ τῶνδε τῶν ἑλκέων αἱ ἰδέαι. διὰ τόδε ποικίλαι ἔασι αἱ νοῦσοι. τὰ μὲν γὰρ ἐπιπολῆς ξέει ἔντερα, ἀναδορὴν μούνην ποιεύμενα, καὶ ἔστιν ἀσινέα. ἀτὰρ δὲ ἀσινέστερα πολλὸν, ἢν κάτω ᾖ τὰ πάθη· ἀλλʼ ἢν δὲ σμικρῷ μὲν ἔτι βαθύτερα τὰ ἕλκεα, οὐκ εὐήθεα δὲ καὶ τάδε. ἄλλα βαθέα καὶ οὐχ ἱστάμενα, ἀλλʼ ἐσθιόμενα, ὀδυνώδεα, ἕρποντα , καὶ ἐπισφακελίζοντα, θανατώδεα. In this sentence I have not hesitated to adopt Petit’s suggestion, and have read ὀδυνώδεα in place of ἀδενώδεα. Ermerins substitutes φαγεδαινώδεα; but for this term he can quote no authority. ἀτὰρ καὶ φλέβια ἐπὶ τῇσι νομῇσι γίγνονται περίβρωτα, ἔν τε τοῖσι ἕλκεσι καὶ στάξιες αἱμορραγίας· τὸ μέζον ἄλλο εἶδος ἑλκέων· ὀχθώδεα, τρηχέα, ἀνώμαλα, τυλαίνια, ὡς ἐν ξύλῳ ὄζον εἴπομεν. δυσαλθέα τάδε, οὔτε γὰρ ὠτειλὴν Ῥηϊδίως ἴσχει, Ῥηΐτερόν τε γὰρ λύονται.
9 αἰτίαι δὲ δυσεντερίης μυρίαι, ἐπίκαιροι δὲ, ἀπεψίαι , ψύξιες συνεχέες, δριμέων πρόσαρσις, μυττωτῶν, κρομμύου αὐτοῦ, σκορόδου, κρεῶν παλαιῶν δριμέων ἐδωδή. ἐφʼ οἷσι ἀπεψίη· ὑγρὸν ἄηθες, κυκεὼν, ἢ βρυτέων πόμα, ἢ οἷα κατὰ χώρην ἑκάστην ἀντὶ οἴνου γίγνεται δίψεος ἄκεα. ἀτὰρ καὶ πληγὴ καὶ ψύξις καὶ ψυχροποσίη τίκτουσι ἕλκεα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme