Book 2
9
φράσω δὲ καὶ τὰ ξυνεόντα ἑκάστοισι τῶν νοσεόντων, ἤν τε εὐήθεα, ἤν τε σιναρὰ ᾖ τὰ ἕλκεα. ἀθρόον μὲν οὖν εἰρήσθω, ἢν ἐπιπολῆς ἀναδορὴ, ἤν τε ἄνω, ἤν τε κάτω ἔῃ, ἄπυροι, ἄπονοι, ὀρθοστάδην ὑγιαζόμενοι, σμικρῆσι τῇσι διαίτῃσι ἑτεροίως. ἢν δὲ ἕλκος ἐγγένηται, ἐπὶ μὲν τοῖσι ἄνω στρόφος δακνώδης, δριμὺς, ὡς ἀπὸ χολῆς θερμῆς σμικρῆς, ἔμπυοι ἄλλοτε καὶ ἄλλοτε· τὸ δὲ πλέον, ἔμπυοι. The text, which is by no means in a satisfactory state, is thus attempted to be emended by Ermerins: — ἢν δὲ ἕλκος ἐγγένηται, ἐπὶ μὲν τοῖσιν ἄνω στρόφος δακνώδης, δριμὺς, ὡς ἀπὸ χολῆς, θέρμη σμικρὴ ἄλλοτε καὶ ἄλλοτε, τὸ γὰρ πλέον ἔμπυοι. ἢ πέψιες ἡμιτελέες, οὐκ ἀπόσιτοι· ἢν δὲ τοῖσι κάτω ἕλκεα γένηται, πολλόν τι ἀσινέστερα τῶν ἄνω· καὶ γὰρ τὰ ἔντερα πολλόν τι μᾶλλον τῶν ἄλλων σαρκοειδέα. ἢν δὲ κοῖλα καὶ ἀνεσθίοντα ἐς τὰ ἄνω γένηται, πυρετοὶ ὀξέες, ἀλαμπέες, ἐν τοῖσι σπλάγχνοισι ὑποβρύχιοι, περίψυξι ς, ἀποσιτίη, ἀγρυπνίη· ἐρυγαὶ κακώδεες, ναυτίη, χολῆς ἔμετοι, σκοτοδίνη· ἢν δὲ πολλὴ μὲν ἡ φορὴ, χολωδεστέρων δὲ γίγνηται, ἐπίμονοι στρόφοι, καὶ ἄλλοι πόνοι μᾶλλον· ποτὶ καὶ ἐκλύσιες δυνάμιος, ὑπολύσιες γουνάτων, καυσώδεες, διψαλέοι, ἀσώδεες, ναυτίη μελάνων, γλῶσσα ξηρὴ, σφυγμοι σμικροὶ, ἄτονοι. τουτέων ἀδελφὰ, ὀκόσαἐπὶ τοῖσι κακοειδέσι ἕλκεσι ἔλεξα τὰ θανατώδεα. καρδιώσσουσι μέσφι λειποθυμίης. μετεξέτεροι δὲ οὐδὲ ἐς ἀνάκτησιν ἐπαλινδρόμησαν· ἀλλʼ οὕτως ἐξέθανον· τάδε τὰ δεινὰ ξυνὰ καὶ τῇσι ἀπὸ τῶν κάτω ἐντέρων διαβρώσεσι , ἢν νέμηται μὲν τὰ ἕλκεα, ἄσχετος δὲ ἡ φορή· πλὴν ὁκόσον οἱ στρόφοι καὶ οἱ πόνοι ὑπὸ τὸν ὀμφαλὸν κάτω, ἔνθα τὰ ἕλκεα. ἰδέαι δὲ αἵδε τῶν ἐκκρίσεων, ὁκοίας ἔλεξα. ἢν δὲ ἐπὶ τοῖσι πρώτοισι σμικρὰ ᾖ, ἀνακωχὴ δὲ εἰς μακρὸν ᾖ νομῆς, ἄλλα ἐπʼ ἄλλοις ἕλκεα γίγνεται, τῶν μὲν πρηϋνομέ νων, ἄλλων δὲ κορυφουμένων, ὅκως ἐν θαλάσσῃ κύματα. τοιόνδε τὸ τῶν ἑλκέων χύμα. ἢν δὲ καί κοτε ἐπαρκέσῃ μὲν ἡ φύσις, συνασκήσῃ δὲ καὶ ὁ ἰητρὸς, πέπαυται μὲν ἡ νομὴ, καὶ θάνατον οὐκ ὀρρωδέει, σκληρὰ δὲ καὶ ὀχθώδεα μίμνει τὰ ἔντερα, καὶ τῶνδε ἐς μακρὸν ἡ ἄλθεξις.