Book 2
11
ῥόος μἒν οὖν, ἐρυθρὸς, ἢ λευκόχροος· ἰδέα δηλοῖ. ἐρυθρὸς μὲν, ἢν αἷμα ξανθὸν, καὶ αἱ τοῦδε ἰδέαι, ἢ πελιδνὸν ἢ μέλαν, καὶ λεπτὸν, ἢ παχὺ καὶ πεπηγὸς, οἷον θρόμβοι· λευκὸς ὡς ὕδωρ, ἢ ὠχρόξανθος ὡς χολή. παχὺς δὲ ὅκως ὑπόλεπτος,Ermerins reads, on his own conjectural judgment, ὑπάλειπτον, which signifies a sort of Ocular Collyrium. ἢ λεπτὸς ἰχὼρ καὶ κάκοδμος. λευκὸς δὲ ὡς πῦον, ὁ δὲ ἀτρεκὴς, ὡς λευκὸς ὄρρος· ἀτὰρ καὶ αἱμάλωψ κοτε τῷ πύῳ συνεκρέει. μυρίαι δὲ ἄλλαι παρὰ τὸ μᾶλλον τουτέων καὶ ἧττον ἰδέαι. περίοδος δὲ ἄλλοτε μὲν ἡ ἐπὶ μῆνα κάθαρσις, ἀλλʼ οὐκ ἐς τὴν ἀρχαίην ξυνίσταται προθεσμίην. οὐ πολλὸν μὲν τὸ αἷμα, ἐν ἡμέρῃσι δὲ πολλῇσι ἐκρέει· ὀλιγήμερος δὲ ἡ διάλειψις, ἀλλὰ καθαρή. ἄλλος περιόδου τρόπος, εἰς προθεσμί ην δὲ καὶ οὐκ ἐς πλῆθος περὶ πλεῖστον ἡ πρώτη κάθαρσις· δὶς δὲ καὶ τρὶς καθαίρονται ἀνὰ πάντα τὸν μῆνα· ἄλλη ἰδέη, ἄσχετος μὲν ἡ Ῥοὴ καὶ σμικρὴ ἐφʼ ἡμέρης ἑκάστης, ἀλλὰ εἰς τὸν ὅλον μῆνα οὐ πάγχυ βαιή. οὐδὲ γὰρ ὑστέρη μύει τὸ στόμα, ἀλλὰ οἴγνυται, πάρεσιν ἐς Ῥύσιν ὑγρότητος πάσχουσα· εἰ δὲ μήτε διαλείπει μήτε σμικρὸν ἐκρέει, αἱμορραγίῃ θνήσκουσι. σημήϊα δὲ, πρὸς τῇσι χροιῇσι τοῦ Ῥόου ἡ χροιὴ τῆς ἀνθρώπου· ἄγρυπνοι, ἀπόσιτοι, ἀσσώδεες, ἔκλυτοι ἐπὶ τὸ ἐρυθρὸν μᾶλλον, καὶ ὀδυνώδεες, καὶ κάκοδμον ἐπʼ ἀμφοῖν τὸ Ῥεῦμα· ἀλλὰ μᾶλλον καὶ ἧσσον ἄλλοτε καὶ ἄλλοτε. ὁ μὲν γὰρ λευκὸς κακίων, ἢν μέζων που ἡ σηπεδὼν ἔῃ· ἄλλοτε δὲ ὁ ἐρυθρὸς, ἢν ἀγριαίνῃ ἡ διάβρωσις. ἀθρόον δὲ εἰρήσθω, μέλας μὲν ἁπάντων κακίων, πελιδνὸς δεύτερον, ὠχρὸς δὲ καὶ λευκὸς καὶ πυώδης, μακρότεροι μὲν, ἧσσον δὲ κινδυνώδεες. τούτων δὲ αὐτέων ὁ ὠχρὸς κακίων μὲν, πολλὸν δὲ κρέσσων ὁ τῷ συνήθεϊ μεμιγμένος. ξυνήθης δὲ ἐρυθρὸς μὲν καὶ τὰ τοῦδε εἴδεα· τὸ δὲ ἀληθὲς γεραιτέρῃσι κακίονες οἱ ἐρυθροί· ἥκιστα δὲ νεήνισι οἱ λευκοί. ἀτὰρ καὶ ἀσινέστεροι ταύτῃσι οἱ ξυνήθεες· Ermerins certainly does appear to improve the clause, ἀτὰρ. ... ξυνήθεες, by transferring them to this place. Formerly the words followed εἴδεα ἄλλος Ῥόος λευκὸς, ἡ ἐπιμήνιος κάθαρσις λευκὴ, δριμεῖα, καὶ ὀδαξώδης ἐς ἡδονήν· ἐπὶ δὲ τοῖσι καὶ ὑγροῦ λευκοῦ, παχέος, γονοειδέος πρόκλησις. τόδε τὸ εἶδος γονόρροιαν γυναικείαν ἐλέξαμεν. ἔστι δὲ τῆς ὑστέρης ψύξις, οὕνεκεν ἀκρατὴς τῶν ὑγρῶν γίγνεται· ἀτὰρ καὶ τὸ αἷμα ἐς χροιὴν λευκὴν ἀμείβει. τοῦ γὰρ πυρὸς οὐκ ἴσχει τὸ φοινίσσον. τήνδε τὴν πάθην καὶ στόμαχος νοσέει καὶ ἐμέει φλέγμα· ἀτὰρ καὶ ἔντερα ὁμοίην ἴσχει, εὖτε τὴν διάρροιαν νοσέει.