Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 2

1 τυμπανίης δὲ πρὸς τῇ τοῦ ὄγκου θέῃ καὶ ἀκοῦσαί ἐστι δονέων. ἢν γὰρ πατάξῃς τῇ χειρὶ, τὸ ἐπιγάστριον δονέει, οὐδὲ μεταχωρέει τὸ πνεῦμα ἐν τῇσι ἐπιστροφῇσι. πνεῦμα γὰρ, κἢν μετακλιθῇ τὸ ἀμπέχον ἄνω τε καὶ κάτω, ἴσον πάντη μένει· ἢν δὲ ἐς ὀμίχλην καὶ ὕδωρ τρέπηται τὸ πνεῦμα, (καὶ γὰρ ἀσκίτης ἀπὸ τυμπανίου,) ἀμείβεται μὲν, ἢν μὴ ἐς τέλος τραπῇ κοτε, ἡμιτελὴς μεταρρέων.
1 Ὁδὲ ἀνὰ σάρκα ἠδὲ τοῦ λευκοῦ φλέγματος, τὰς μὲν λαγόνας ἴοχοσι κενεὰς, οἰδαλέο ἔασι καὶ πρόσωπα καὶ βραχίον ας· ἀτὰρ ἠδὲ ὁκόσα τοῖσι ἄλλοισι κενεὰ, τοῖσδε γίγνεται πλήρεα φλέγμα μεν γὰρ λευκὸν ἐπὶ τῷ λευκῷ φλεγματίᾳ συνίσταται , ψυχρόν τε καὶ παχύ· τοῦδε ἐμπίπλαται τὸ πᾶν, οἰδαίνει δὲ τὸ πρόσωπον, αὐχήν τε καὶ βραχίονες· παχὺ δὲ τὸ ἐπιγάστριο ν ἀπὸ τοῦ οἴδεος· μαζοὶ δὲ ἐς ὄγκον αἴρονται, ὁκόσοι νέοι ἀκμὴν ὄντες ἐν εὐτυχίῃ τῆς ἡλικίης· ἐπὶ δὲ τῷ ἀνὰ σάρκα τηκεδὼν τῆς σαρκὸς ἐς χυμὸν σαρκοει δέα , ἰχώρτε αἱμάλωπος, ὁκοῖος Ῥέει ἀπὸ ἐντέρων ἕλκεσι· τοιόσδε καὶ ἐπὶ θλάσμασι ἀπὸ βάρεος ἐμπεσόντος, ἢν τάμῃς τι ἐπιπολῆς, ὁ χυμὸς ἐκρέει· ἡ δὲ τῶν δυοῖν ἐπιμιξίη ἀμφοῖν ἴσχει τὰ σημήϊα.
1 ξύμπασι δὲ ὁμοῦ ξύνεστι, ὦχρος, δύσπνοια, βὴξ, ἄλλοτε καὶ ἄλλοτε νωθέες, ὄκνος πουλὺς, ἀπόσιτοι· ἢν δέ τι προσαίρωνται, κἢν βραχὺ καὶ ἄφυσον, φυσώδεες, διατάσιες ὡς ἀπὸ πλησμονῆς· ἄνικμοι, διὸ οὐδὲ ἐπὶ λουτροῖσι ἰκμαλέοι. λευκοὶ, γυναικώδεες· οἱ δὲ ἀνὰ σάρκα, μελάγχλωροι, μελανόφλεβες. ἀσκίτῃσι μὲν καὶ τυμπανίῃσι ἐπιφανέες καὶ ἐν προσώπῳThis is the reading suggested by Wigan in place of εὐπρόσωποι. καὶ καρποῖσι καὶ ἐπιγαστρίῳ. ἐπὶ δὲ τοῖσι ἀνὰ σάρκα καὶ τῷ φλεγματίῃ οἴδεϊ ἅπαντα κρύπτεται, ὕπνοι βαρέες, νωθροὶ, σμικροὶ, ἀψυχίη, σμικρολογίη, φιλοζωΐη. καρτερίη οὐκ ἀπʼ εὐθυμίης καὶ εὐελπιστίης ὅκως τοῖσι ἐν εὐτυχίῃ, ἀλλʼ ἐξ αὐτέου τοῦ πάθεος· οὔτι φατὸν τὴν αἰτίην, θωυμάσαι δὲ τόδε μέγα, ἐπὶ μέν γε ἄλλοισι οὐ πάμπαν ὀλεθρίοισι οἱ νοσέοντες ἄθυμοι, κατηφέεσς, ἐράται τοῦ θανάτου· ἐπὶ δὲ τισι εὐέλπιδες καὶ φιλόζωοι γίγνονται. ἄμφω δὲ τὰ ἐναντία τίκτουσι αἱ νοῦσοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme