Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 2

13 τοιούσδε οὖν ἐόντας τίς οὐκ ἂν φύγοι ἢ τίς οὐκ ἂν ἐκτραπείη, κἤν υἱὸς, ἢ πατὴρ ἔῃ, κἢν κασίγνητος τύχῃ; δέος καὶ ἀμφὶ μεταδόσιος τοῦ κακοῦ. πολλοὶ γοῦν ἐπʼ ἐρημίης καὶ ἐς ὄρεα τοὺς φιλτάτους ἐξέθεσαν, οἱ μὲν ἐς χρόνον ἐπαρήγοντες τῷ λιμῷ, οἱ δὲ ἥκιστα, ὡς σφέας ἐθέλοντες ἐκθανεῖν. λόγος δὲ ὡς τῶν ἐπʼ ἐρημίης ἀφιγμένων τις ἐξερπύσαντα ἐκ τῆς γῆς ἔχιν ἰδὼν, ὑπʼ ἀνάγκης τοῦ λιμοῦ ἢ τῷ πάθεϊ ἀχθεσθεὶς, ὡς ἀμείψασθαι τὸ κακὸν κακῷ, ζῶντος ἐνέφαγε τοῦ ἔχιος, καὶ οὐ πρόσθεν ἐτελεύτησε πρὶν ἢ πάντα αὐτῷ διασαπῆναι καὶ ἀποστῆναι τὰ μέλεα. ἄλλον δὲ ἰδεῖν ἔχιν εἰς πίθον γλεύκεος ἑρπύσαντα, πιόντα τε τοῦ γλεύκεος εἰς κόρον ἀποβλύσαι, πολλὸν δὲ καὶ τοῦ ἰοῦ συνεκχεῖν τῷ γλεύκεϊ· ἐπεὶ δὲ ἀπεπνίγη τὸ θηρίον ἐν τῷ γλεύκεϊ, χανδὸν καὶ πολλὸν τοῦ γλεύκεος πιεῖν τὸν ἄνθρωπον, ἀπαλλαγὴν τοῦ βίου καὶ τοῦ πάθεος διζήμενον· ὡς δὲ ἐς κόρον ἧκε καὶ μέθην, ἔκειτο μὲν χαμαὶ τὰ πρῶτα ὅκως ἀποθνήσκων· ἐπεὶ δὲ ἐκ τοῦ κάρου καὶ τῆς μέθης ἐξήγρετ ο, περιερρύησαν μὲν τὰ πρῶτα αἱ κόμαι, ἔτι δὲ δάκτυλοίτε καὶ ὄνυχες· ἑξῆς δὲ περιτετήκεισαν πάντα. ἐπεὶ δὲ ἔτι ἐν σπέρματι ἡ δύναμις ἦν, ἐκηροπλάστεεν αὖθις, ὅκως ἐκ γενετῆς, τὸν ἄνθρωπον ἡ φύσις· ἐξέθρεψε μὲν ἄλλας κόμας καὶ ὄνυχας νέους καὶ σάρκα καθαρὴν, καὶ ἐξέδυ μὲν τὸν παλαιὸν Ῥινὸν, ὡς γῆρας ἑρπετοῦ· ἐπανεκλήθη δὲ ἐς φῦμα ζωῆς, ὅκως ἄλλος ἄνθρωπος. ὧδε μὲν οὖν ὁ μῦθος, οὐ κάρτα μὲν ἀτρεκὴς, οὐ πάγχυ δὲ ἄπιστος. κακὸν γὰρ κακῷ βλαφθῆναι πιστόν. τὴν φύσιν δὲ ἐπὶ τῷ ἐόντι ζωπύρῳ ἀνανεῶσαι τὸν ἄνθρωπον, οὐκ ἄπιστον ἐς τέρατος ἰδέην.
← Previous 33 / 33

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme