Book 2
1
γίγνεται ὕδρωψ καὶ ἐξαπίνης κοτὲ ἐπʼ ἀθρόῃ ψυχροποσίῃ, ἢν ὑπὸ δίψιος· χανδὸν πολὺ ψυχρὸν ἐγχέ ὕδωρ, οἶτα τὸ ὑγρὸν ἐς περιτόναιον ἐνεχθῇ διʼ ἃ δὲ τῇσ͵ʹ κοιλίῃσι τὸ ἔμφυτον θερμὸν κατεψύχθη, ἔπειτα εἰς τοὺς κενεῶνας σταγόνες ἐκρέουσι, αἳ πρόσθεν εἰς διαπνοὴν ἐξηερούμεναι διεφοροῦντο. τόδε οὖν εἰ γίγνεται, Ῥηϊτέρη ἡ τ ῶνδε ἴησις, πρίν τι τῶν σπλάγχνων ἢ ὅλον τὸν ἄνθρωπον παθεῖν. ἀτὰρ ἠδὲ ἔδεσμα φυσῶδες καὶ ἀπεψίη καὶ βούπρηστις ἔτεκον ὕδρωπας.
1
ἔστι δὲ ξυνὸν πάντων τὸ κακὸν, ἀνδρῶν, γυναικῶν, ἡλικίης πάσης, ὁκόσον ἄλλοι ἐς ἄλλο εἶδος ἔασι ὡραῖοι, ἀνὰ σαρκα παῖδες ἠδὲ τοῦ λευκοῦ φλέγματος· νέοι δὲ μέχρι ἀκμῆς, οἱ κατὰ λαγόνας πλήσμιοι· γέροντες μὲν πάντα παθέεειν ἐτοῖμοι, ἀπόθερμοι· ψυχρὸν γὰρ τὸ γῆρας· ἀλλʼ ἐς ὑγροῦ πλῆθος ἔασι ἀναίτιοι. τοῖσδε οὖν τυμπανίης ξυνήθης.
1
ἅπαντα μὲν οὖν πονηρὰ τὰ εἴδεά ἐστι·The text is not in a satisfactory state; but yet I cannot bring myself to adopt the multifarious alterations introduced by Ermerins. ὕδρωψ γὰρ πάντων τῶν νοσημάτων κακόν· ἀλλὰ τουτέων λευκοφλεγματίης μὲν εὐηθέστερος. πολλὴ γὰρ καὶ ποικίλη ἐπὶ τοῦδε ἡ εὐτυχίη ἱδρῶτος ἢ οὔρων, ἢ κοιλίη κοτὲ ἐπʼ αὐτέοις κατερράγη, λυομένης ἤδη τῆς τοῦ ὕδρωπος ἕξιος. χαλεπὴ δὲ τυμπανίης, καὶ τοῦδε ὁ ἀνὰ σάκρα μᾶλλον· τὸν δὲ ἰητρὸν ἐν τῷδε πάθεϊ ὅλον χρὴ τὸν ἄνθρωπον ἀλλάξαι. τόδε μέντοι οὐδὲ θεοῖσι Ῥηΐτερον.
1
Ὑδεριᾷ δὲ καὶ ἐν σμικρῷ κοτε ἄνθρωπος, ἢ κεφαλὴν ἐπὶ ὑδροκεφάλῳ , ἢ πνεύμονα μοῦνον, ἢ ἧπαρ, ἢ σπλῆνα, καὶ ἐπὶ γυναικῶν ὑστέρη.It seems difficult to account for this term being in the nominative, while those of all the other organs are in the accusative; yet we find it so in all the mss. and editions. καὶ τῶν ἄλλων ἥδε εὐαλθεστέρη. ἢν γὰρ τὸ στόμιον ἀνῇ ἐκ τῆς πρόσθεν μύσιος, ὑγρὸν μὲν εἰ ἔχοι, ἐκχέει ἔξω. ἢν δὲ πνεῦμα, ἐξεφυσήθη τόδε· ἢν δέ τι ἀνὰ σάρκα ἡ ὑστέρη πάθῃ, ὡς ἐπίπαν ὅλη ἡ ἄνθρωπος ὑδεριᾷ.