Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 2

1 ἰδέη τις ἑτέρη ὕδρωπος ἥδε γιγνώσκεται, κύστιες σμικραὶ, συχναὶ, πλήρεες ὑγροῦ, ἐγκέονται τῷ χωρίῳ ἔνθα ὁ ἀσκίτης ξυνίσταται· ἀτὰρ ἢν ἐμπλέωσι τῷ πολλῷ ὑγρῷ· τέκμαρ δέ· ἢν γὰρ τετρήνας τὸ ἐπιγάστριον ἐκχέῃς ἐπὶ βραχείῃ φορῇ τοῦ ὑγροῦ, ἔνδοθεν ἂν ἐπέφραξεν ἡ κύστις, κἢν τὸ ὄργανον διώσῃ, αὖθις ἐκρέεει· τόδε μέντοι τὸ εἶδος οὐκ εὔηθες. πόθεν γὰρ ἂν ἐκπέσωσι αἱ κύστιες, ὁδὸς οὐκ εὔπορος· λόγος δὲ μετεξετέροισι ὅτι ἧκόν κοτε διʼ ἐντέρων τοιαίδε κύστιες· ἐγὼ δὲ οὐκ ὤπωπα, διὰ τόδε νῦν οὐδὲν γράφω· οὐδὲ γὰρ περὶ αὐτέων ὅ τι λέξω ἔχω· εἴτε γὰρ ἐκ τοῦ κώλου, ἢ τῆς γαστρὸς ἡ φορὴ, τίς ὁ τρόπος τῆς ξυστάσιος; ὁδὸς γὰρ ἐς ἔξοδον ἁπάντων διʼ ἕδρης εὔροος· ἡ δὲ αὐτοῦ τοῦ ὑγροῦ τῆς ἐν λαγόνι ξυλλογῆς, ἄπιστος ἡ τῶν ἐντέρων Ῥαγή. οὐ γὰρ ἀσινὲς οὐδʼ ἀνώλεθρον τρωθὲν ἔντερον.The text in the last part of this chapter is corrupt. Should we not read διὰ before τῶν, κ.τ. λ.?

Κεφ. β′. περὶ Διαβήτεω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme