Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 2

3 τῶν λίθων δὲ χρονίη μὲν ἡ γέννα· ὀδυνώδεες σφηνώσιες. οὐ γὰρ Ῥηΐστη ἡ διέξοδος· χαλεπὴ δὲ πρὸς τοῖσι καὶ ἡ τῶν οὔρων ἐπίσχεσις. ἀλλʼ εἰ εἰσὶ πολλοὶ σμικροὶ, ἀλληλουχίῃ μίμνουσι, ἢ εἷς μέγας ἐμφραχθῇ, καὶ ἐπʼ ἀμφοῖντοῖν νεφροῖν ξυμβῇ τάδε, ἐς οὔρων σχέσιν καὶ διάτασιν, ὀλιγήμεροι θνήσκουσι. εὖ γε μέντοι ἡ φύσις ἐπιμήκεα καὶ ἰσομεγέθεα τοῖσι οὐρητῆρσι τὴν κοιλίην τῶν νεφρῶν τεύξασα, σμικρὸν ἄρα μέζονα, ὅκως ἂν, ἢν ἄνω συστῇ λίθος, Ῥηΐστην ὁδὸν τὴν ἐς κύστιν ἴσχῃ. διὰ τόδε καὶ ἐπιμήκεες οἱ λίθοι γίγνονται· πρὸς γὰρ τοῖσι οὐρητῆρσι τὰ πολλὰ πήγνυνται· καὶ ὁκόσοι τῇδε ἐς πάχος ἄνισοι, λεπτοὶ μὲν ἔασι τὰ πρόσω, διὰ τοὺς οὐρητῆρας στενοτέρους ἐόντας· παχέες δὲ τὰ ὀπίσω διὰ τὸ τοὺς νεφροὺς κάτω Ῥεῖν. ἐγγίγνονται δὲ τοῖσι νεφροῖσι μοῦνον, ἀλλὰ τοῖσι διαπύροισι. οὐδὲ ἕδρην γὰρ ἐν τοῖσι οὐρητῆρσι οὐκ ἴσχουσι οἱ λίθοι, ἀλλὰ τὰ ψαμμία σὺν τοῖσι οὔροισι κάτω διαπλέει· τάπερ καὶ σημήϊα καὶ ὕλη τοῦ πάθεος γίγνεται· ἢν δὲ ἐμφραχθῇ κοτε τῇ κοιλίῃ μέζων τελεσθεὶς, πόνοι τῆς ὀσφύος ἀμφὶ τὰς ψόας μέσφι τῶν μέσων πλευρέων. πολλοῖσι γοῦν ἀπάτη πόνου, ὡς ἀπὸ πλευρίτιδος· βάρος ἰσχίου, κατὰ Ῥάχιν δυσκαμπέες ὡς ξυννεῦσαι χαλεπῶς· ἐπώδυνοι στρόφοι, βαρέες, ἀνείλυστοι. τὸ γὰρ ἔντερον ἑλικοειδές. ἢν καὶ πλημμύρῃ τὸ οὖρον, καὶ διατάσιες, προθυμίη ἀπουρήσιος ὅκωσπερ ὠδίνων. φυσώδεες, ἀδιέξοδοι δὲ αἱ φῦσαι· πυρετοὶ δακνώδεες, ἐπίξηροι. αὐαλέη μὲν γλῶσσα, ξηρὴ δὲ ἡ κοιλίη· ἰσχνοὶ, ἀπόσιτοι· κἤν τι προσαίρωνται, οὔτε πέψαι οὔτε ἀναλαβεῖν Ῥηΐδιοι. ἢν δὲ ἐς τὸν οὐρητῆρα ὁ λίθος ἐμπέσῃ, βρασμὸς ὡς ἀπὸ Ῥίγεος, αἴσθησις τοῦ λίθου ὁδοιπορέοντος ξὺν ὠσμῷ βιαίῳ·The ordinary reading, ξυνῷ ὁμοβιαίῳ, being evidently faulty, there seems to be no alternative but either to adopt πόνῳ, as suggested by Wigan, or ὠσμῷ, according to Ermerins. κἢν ἐς τὴν κύστιν ἐμπέσῃ, οὔρων ἅλις ὑδατωδέων ἔκχυσις, κοιλίης ἔξοδοι φυσώδεες, στομάχου κατάστασις , ἐρεύξιες, ἀνάπαυσις τῶν πρόσθεν κακῶν· προσεχύθη κοτὲ καὶ πρὸς τῶν οὔρων αἷμα, ἀναδορῇ τοῦ πόρου· ἀγωνίη δὲ δευτέρη τοῦ λίθου ἡ διὰ τοῦ καυλοῦ διέξοδος. ἢν γὰρ μέζων τῆς οὐρήθρης ἔῃ, ἐνίσχεται πολλὸν χρόνον, καὶ πλημμυρεῖ ἡ κύστις, καὶ ἰσχουρίη νῦν ἐπαλγεστέρη· ξὺν γὰρ τῇδε καὶ οὐρητῆρες πίμπρανται· χαλεπωτάτη δὲ ἡ τῶν σκολιῶν ἔξοδος. καὶ γὰρ ἀγκιστροει δέας ὤπωπα, καὶ ἐπὶ τοῖς πόροις ἐπιπωρώσιας.Ermerins reads πώροις, with some show of reason. ἐπιμήκεες δὲ τὰ πολλὰ διαπλασσόμενοι ὑπὸ τῆς τῶν πόρωνἴξιος. χροιῇ δὲ ἄλλοι μὲν λευκοὶ, ἀργιλώδεες, τὰ πολλὰ παιδίοισι· ἄλλοι δὲ ξανθοὶ, κροκοειδέες, γέρουσι, οἷσί περ καὶ ἐν νεφροῖσι οἱ λίθοι ξυνήθεες. ἐν κύστι γὰρ παιδίοισι μᾶλλον. διτταὶ δὲ αἱ αἰτίαι τῆς πήξιος. γέρουσι μὲν τὸ σῶμα ψυχρὸν, παχὺ τὸ αἷμα· ψυχρὸν δὲ τὰ πάχεα θᾶσσον πήγνυσι. τέκμαρ δὲ, τῶν ὑδάτων τῶν θερμῶν φύσι αἱ πηγαί· ἀποψυχθέντα γὰρ, εἰς πωρωειδέα λίθον πήγνυται. παιδίοισι δὲ πολλὸν ὑπὸ τοῦ αἵματος τὸ ἰλυῶδες ἑψηθὲν, γενέσιος, ὅκως πῦρ, τὴν ἕδρην ἴσχει.I am so satisfied that the text is corrupt, that for once I felt a strong inclination to adopt the following conjectural reading of Ermerins, although, in the present instance, even he is afraid to admit it into the text: — Παιδίοι σι δὲ πολλὸν ὑπὸ θερμοῦ τοῦ σώματος τὸ ἰλυῶδες ἐψηθὲν γενέσιος ὅκως περ τὴν ἕδρην ἴσχει. Instead of θερμοῦ, however, I should prefer θέρμης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme