Book 1
Κεφ. *α′. προοίμιον.
1
χρονίων νούσων πόνος μὲν πουλὺς, χρόνος δὲ μακρὸς συντήξιος, καὶ ἀβέβαιος ἡ ἄλθεξις. ἢ γὰρ οὐδʼ ἐξηλάθησαν ἐς τὸ πάμπαν, ἢ ἐπὶ σμικρῇ ἁμαρτωλῇ παλινδρομέουσι αἱ νοῦσοι. οὔτε γὰρ ἀτρεμέειν οἱ νοσέοντες τολμέουσι ἐς τέλος· ἀτὰρ ἠδὲ ἁμαρτάνουσι ἐν τῇσι μακρῇσι διαίτῃσι, κἢν ἀτρεμέωσι· ἢν δὲ καὶ πόνος ἔῃ ἐπιπόνου ἰήσιος, δίψης, λιμοῦ, φαρμάκων πικρῶν καὶ ὀδυνωδέων, ἢ τομῆς, ἢ καύσιος, ὧνπέρ ἐστι ἐν τῇσι δολιχῇσι νούσοισι χρέος, ὑποδιδρήσκουσι οἱ κάμνοντες, ὡς θανάτου δῆθεν αὐτέου ὀρεγόμενοι. ἔνθα δὴ ἀρετὴ διαείδεται ἀνδρὸς ἰητροῦ, καὶ μακροθυμίης, καὶ ποικιλίης, καὶ χάριτος ἀβλαβοῦς τῶν ἡδέων, καὶ παραιφάσιος· ἀτὰρ καὶ τὸν νοσέοντα χρὴ ἄλκιμον ἔμμεναι, καὶ ξυνίστασθαι τῷ ἰητρῷ κατὰ τοῦ νοσήματος. οὐ γὰρ τοῦ σώματος μοῦνον ἀπρὶξ λαβόμενον ταχὺ ἀνασμύχει τε καὶ δάπτει, ἀλλὰ ἐς πολλὰ καὶ τὴν αἰσθησίην ἐκτρέπει, ἀλλὰ καὶ τὴν ψυχὴν ἐκμαίνει ἀκρασίῃ τοῦ σώματος. τοιήνδε τὴν μανίην καὶ τὴν μελαγχολίην ἴσμεν, περὶ ὧν αὖθις ἐρέω· τανῦν δʼ ἀμφὶ κεφαλαίης φράσω.
Κεφ. β′. περὶ Κεφαλαίης.
2
ἢν ἀλγέῃ κεφαλὴ σχεδίως ἐπὶ προσκαίρῳ αἰτίῃ, κἢν ἐπὶ πλεῦνας, κεφαλαλγίη καλέεται. ἢν δὲ διεθίζῃ χρόνῳ μακρῷ τὸ ἄλγημα, καὶ περιόδοισι μακρῇσι καὶ πολλῇσι, καὶ προσεπιγίγνηται μέζω τε καὶ πλεῦνα δυσαλθῆ, κεφαλαίην κικλήσκομεν.
2
ἰδέαι δὲ μυρίαι. τισὶ μὲν γὰρ ἀΐδιος ὁ πόνος καὶ σμικρὸς, ἀλλʼ οὐ διαλείπων· τισὶ δὲ ἐς περίοδον περιπλεῖ, ὅκως τοῖσι πυρεταίνουσι ἀμφημερινὸν παρʼ ἡμέρην· ἄλλοισι δʼ ἀπὸ δύσιος ἐς μεσημβρίην , καὶ τῇδε τέλεον ἀποπαύεται· ἢ ἀπὸ μεσημβρίης ἐς ἐσπέρην· ἢ ἐπίπροσθεν ἐς νύκτα. ἥδε ἡ περίοδος οὐ κάρτα δηθύνει· καὶ τοῖσι μὲν ἡ κεφαλὴ ἀλγέει πᾶσα· καὶ ἥδε ἄλλοτε μὲν ἐπὶ δεξιά· ἄλλοτε δὲ ἐπʼ ἀριστερά· ἢ μέτωπον, ἢ βρέγμα, καὶ ταῦτα ἐν τῇ αὐτῇ ἡμέρῃ Ῥεμβώδεα τρόπον.