Book 1
2
ἐπεὶ δὲ καὶ θώρηκα ἐν πάσῃσι τῇσι ὀξείῃσι νούσοισι ἀκέεσθαι χρὴ, τὸν πάντη κάμνοντα, ξὺν καρδίῃ, καὶ πνεύμονι, πρώτιστα μὲν ὑπʼ ἀνάγκης τῆς ἀναπνοῆς ἄλλοτε μὲν θερμῆς, ἄλλοτε δὲ ψυχρῆς· ἔτι δὲ ὑπὸ πυρετοῦ καυσώδεος, καὶ βηχὸς, καὶ ὑγρῶν πονηρίης, καὶ νεύρων κοινωνίης, καὶ στομάχου συμφορῆς, καὶ ὑπεζωκότος τε καὶ διαφράγματος κακίης· (καρδίη γὰρ ἢν πάθῃ μέζον τι δεινὸν οὔποτε ἀκέεται)· ἐπὶ δὲ τοῖσι φρενιτι κοῖσι καὶ μάλα χρὴ τάδε μειλίσσειν. παραφορὴ μὲν γὰρ μετεξετέροισι ἔκ τινος τῶν ἐν τῷ θώρηκι· ἀναπνοὴ θερμή τε καὶ ξηρή· δίψος δριμὺ, οὐκ εὔφορον πῦρ, τῷ πάντη ἐς θώρηκα ξυρρέειν. καὶ κακίη μὲν ἀπὸ τοῦ οἰκείου θάλπεος τετραμμένου· μέζων τε καὶ δυσφορωτέρη ἡ ἀπὸ τῶν ἄλλων ἐς θώρηκα ξύνδοσις. ἄκρεα γὰρ ψυχρὰ, κεφαλὴ, πόδες τε, καὶ χεῖρες·Ermerins does not hesitate to eject these five words from the text, without any good reason as far as I can see. Τῶνδε applies only to the feet and hands. ὕπερθεν δὲ τῶνδε ὁ θώρηξ. καὶ δέεται ὦν ἀρήγειν ὑγρασίῃ καὶ ψύξι. τέγξις μὲν ὦν ἔλαιον ξὺν χαμαιμήλῳ ἑψηθὲν ἢ νάρδῳ· θέρεος δὲ καὶ σίραιος Ἑλληνικός· ἢν δὲ καὶ ἐπιθέτοισι δέῃ χρέεσθαι, φοίνικες ἐν οἴνῳ αὐστηρῷ δευθέντες· ἔπειτα λεῖοι ἐς μᾶζαν τετριμμένοι ξὺν νάρδῳ, ἀλφίτοισι, οἰνάνθῃ, προσηνὲς θώρηκι ἐπίπλασμα· ψυκτικὸν δὲ καὶ μῆλα θλασθέντα ξὺν μαστίχῃ καὶ μελιλώτῳ. πάντα δὲ κηρῷ καὶ νάρδῳ ἀναλαμβάνειν· ἢν δὲ καὶ τὸν στόμαχον ἔχῃ νάρκη καὶ ἀποσιτίη, ἀψινθίο υχυλὸν ἢ κόμην τοισίδε ξυλλεαίνειν· καὶ τῷδε ἑψηθέντι ξὺν λίπαϊ καταιονεῖν τὸ ὑποχόνδριον. πιπίσκειν δὲ καὶ τὸ ἀπόβρεγμα ἢ χυλὸν αὐτέου πρὸ τῆς τροφῆς, ὁκόσον κυάθους δύο τοῦ ἀποβρέγματος, ἢ κύαθον πικροῦ τοῦ χυλοῦ ξὺν ὕδατος κυάθοις δύο. ἢν δὲ καὶ καῦσος ἔχῃ τὸν στόμαχον, οὐκ ἀπὸ τῆς καταστάσεως τῆς νούσου, ἀλλʼ αὐτοῦ μούνου ἀπὸ χυμῶν δριμέων καὶ ἁλμυρῶν, ἢ ὑπὸ χολῆς δακνομένου , καὶ δίψεϊ αὐαινομένου, ὑδρομιγὲς γάλα δοτέον ἐν τροφῇ, ὅσον ἡμικοτύλιον τοῦ γάλακτος ἐν ὕδατος κυάθῳ ἑνί· Ῥυμφάνειν δὲ αὐτέου τὸ πλεῖστον. βραχὺ δέ τι καὶ σὺν ἄρτῳ ἀναλίσκειν.