Book 1
3
δριμέων φαρμάκων χρίσιες κατὰ τῶν ποδῶν καὶ γουνάτων. ὕλη δὲ ἔστω ἀλεαίνουσα καὶ δάκνουσα ἐκ προσαγωγῆς. ἀμφοῖν γὰρ χρέος ληθαργι κοῖσι ἐς θάλψιν καὶ ἐγρήγορσιν. τὰ πρῶτα μὲν ὦν καὶ κνίδῃ μαστίζειν τὰ σκέλεα. προσίζουσα γὰρ ἡ ἄχνη οὐκ ἐς πολλὸν μὲν διαρκέει, ἄλυπον δὲ ὀδαξησμὸν καὶ πόνον ἐνδιδοῖ. μετρίως δὲ ἐρεθίζει τε καὶ παροιδίσκει, καὶ θερμασίην προκαλέεται. ἢν δὲ ἐπὶ μᾶλλον ἐθελήσῃς τάδε τοι γίγνεσθαι, λημνήστιδος ἠδʼ εὐφορβίου ἷσα ξὺν λίπαϊ γλευκίνῳ χρίειν. ἄριστον καὶ σκίλλης ὠμῆς λεπτοῖσι ἐκτρίβειν· χρὴ δὲ ἀπομάξαντα τῶν μελέων τὸ ἐλαιῶδες· (ἄδηκτον γὰρ πᾶν δριμὺ ξὺν λίπαϊ ἢν μὴ φαρμακῶδες), ἢ κυπρίνῳ, ἢ γλευκίνῳ, ἢ σικυωνίῳ. ἢν δὲ ἐπὶ τουτέοισιν ἔτι βαθὺ κῶμα ἴσχῃ, σίκυον χρὴ τὸν ἄγριον ξὺν ὄξεϊ τρίψαντα σινήπιος ἴσῃ μάζῃ ξυμμίξαντα , τιθέναι· δριμὺ δὲ τὸ ἐπίπλασμα καὶ ὠκέως ἐρυθήμα τα ἐντεῦξον, ὠκέως δὲ οἰδαλέα θέμενον· εἰ κίνδυνος δὲ φλυκται νώσιος καὶ τρωμάτων, ξυνεχέωσς ἐπαίρειν τὸ ἐπίπλασμα, καθορέοντα μή τι τουτέων ξυμβῇ. τάδε μὲν ὦν ἐς τὸ νωθὲς καὶ νεκρῶδες αὐτέου, καὶ ἐς πάντα καιρὸν, πλὴν τῇσι ἐσβολῇσι τῶν παρόξυσμῶν.
3
ἢν δὲ ἀναφέρῃ μὲν ἤδη τὴν αἴσθησιν, βάρος μέν τι ἐπὶ τῆς κεφαλῆς, καὶ ἦχος, ἢ βόμβος ἔῃ, καὶ διὰ τοῦ στόματος ἄγειν φλέγμα, μαστίχην τὰ πρῶτα ἐς μάσησιν διδόντα, ὡς ξυνεχὲς ἀποπτύοι· ἔπειτα δʼ αὖθις ἀσταφίδος ἀγρίης, κόκκου τοῦ τῆς Κνίδου, πάντων δὲ μάλιστα σινήπιος, ὅτι τε ξύνηθες, ἀτὰρ ἠδὲ ὅτι τῶν ἄλλων μᾶλλον τόδε φλεγμάτων ἀγωγόν· κἢν μὲν καταπίῃτις ἑκὼν, ἱκανὸν μὲν τὰ ἐν τῷ στομάχῳ λῦσαι· δυνατὸν δὲ καὶ ὑγρῆναι γαστέρα καὶ φύσας ἀγαγεῖν· καὶ γάρ μοί κοτε ἐκ ξυντυχίης τάδε ξυνέβη, καταπιόντος τοῦ ἀνθρώπου κατὰ γνώμην τὴν ἐμήν· ἀγαθὴ δὲ διδάσκαλος ἡ πείρη· χρὴ δὲ καὶ αὐτὸν πειρῆν· εὐλαβίη γὰρ ἀπειρίη.