Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 1

3 χρὴ δὲ καὶ τὴν κεφαλὴν μετὰ τὴν κουρὴν τὴν ἐν χρῷ, ἢν μὴ μέγα ἥδε ἀνύῃ, ξυρεῖν ἐς διαπνοήν· ἀτὰρ ἠδὲ ἐς φαρμάκω ν δριμέων χρίσιν, τοῦ διὰ τῆς λημνήστιδος, ἢ ἀδάρκην,In the text of all the mss. we read ὑδὰρ, which is evidently a monstrosity. Upon the whole, I think it most probable that the Adarce is meant (see Ed. Gr. Lexicon in voce). Ermerins expunges it altogether; and perhaps he does right; for λημνῆστις and ἀδάρκη were the same, or nearly the same, thing. ἢ θαψίην, ἢ σίνηπι ὑγρὸν ἐξ ὕδατος ξὺν ἄρτῳ διπλῷ ἐς τρύχνιον ἐγχρίσαντα ἐμπάσσειν τὴν κεφαλήν· φυλάξαν τα δὲ ἐς ὥρην μίην εὐκαιρίῃ σπόγγοισι θερμοῖσι πυριῆν.
3 οὐκ ἀνωφελὲς δὲ καὶ λούειν, ἤδη πάντων μὲν, ἢ τῶν γε πλείστων καὶ καιρίων τῶν ἐς τὴν νοῦσον λελυμένων. τῆς δὲ νωθείης μενούσης, εὖτε καὶ αἰώρης χρέος, καὶ τρίψιος, καὶ πάσης προσηνοῦς κινήσιος.

Κεφ. γ′. Μαρασμοῦ Θεραπεία.

4 τοισίδε μέντοι κἢν μαρασμὸς ἔῃ, ἀρήγειν θᾶσσον ἰόντα ἐπὶ λουτρὰ καὶ κινήσιας. μαρασμοῦ μέντοι καὶ γάλα ἰητήριον, καὶ θρέψαι, καὶ ἀλεῆναι καὶ ὑγρῆναι γαστέρα, καὶ κύστιν πρηο̈́ναι· ἀτὰρ ἠδὲ κατόχοις τωὐτὰ τὰ ξυμφέροντα. ὁμοίη γὰρ καὶ ἡ ωὐτὴ τῶνδε τῶν νούσων ἡ ἰδέη. καστόριον δὲ τουτέοισι καιριώτερόν τε καὶ εὐμενέστερον πιεῖν τε καὶ χρίσασθαι καὶ ἐς τὸ ἔντερον ἐνεῖναι. τῇσι δὲ γυναιξὶ ὁκοῖα τουτέοισι ἴκελα πάθεα ἀπὸ ὑστέρης γίγνεται, ἐν τοῖσι γυναικείοσι λελέξεται.

Κεφ. δ′. Θεραπεία Ἀποπληξίης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme