Book 1
5
Although some words are evidently wanting at the beginning, it is singular that there is no lacuna in any of the British mss. ἀποπληξίη ἰσχυρὴ μὲν εἴη, ἅπαντα γὰρ ἔασι νεκρώδεες, ἢν καὶ ὁ νουσέων γηραιὸς ᾖ, τοῖσί περ ξύνηθες τὸ πάθος. οὐ γὰρ περιγίγνονται τῷ τε μεγέθεϊ τοῦ κακοῦ καὶ τῇ τῆς ἡλικίης ξυμφορῇ. ὅκως δὲ τεκμαρτέα τὰ μεγέθεα, πρόσθεν μοι λέλεκται. ἢν δὲ νεηνίης, καὶ ἀσθενὴς ἡ ἀποπληξίη πέλῃ, ἰῆσθαι μὲν οὐ Ῥηΐδιον, πειρῆσθαι δὲ ὦν. ἰσόρροπον μὲν ὦν ἰητήριον, ὡς μεγάλῳ πάθεϊ μέγα βοήθημα, φλεβοτομίη, ἢν μή τις ἐς ἁμαρτωλὴν ἴῃ τοῦ πλήθεος δυστέκμαρτον δὲ τὸ μέτρον. ἤν τε γὰρ σμικρῷ πλέον ἀφέλῃς, προσαπέπνιξας τὸν ἄνθρωπον. ἐς γὰρ τὸ ζῆν τουτέοισι καὶ τὸ σμικρὸν αἷμα δυνατώτατον, καὶ ἡ ἀλέη τῆς ζωῆς τοῦ σκήνεος καὶ τῆς τροφῆς ἐόν·The text is not quite satisfactory; but we cannot venture to adopt the bold alteration introduced by Ermerins: καὶ ἀλέη τῆς ζωῆς καὶ τοῦ σκήνεος τροφὴ ἐόν. The meaning seems to be, that it is the animal heat which imparts life to food introduced into the system. ἤν τε μεῖον τῆς αἰτίης, οὐδὲν μέγα ὤνησας διὰ μεγάλου ἄκεος· ἔτι γὰρ ἡ αἰτίη μίμνει· κρέσσον δὲ ἐς τὸ ἔλασσον ἁμαρτάνειν. ἢν γὰρ καὶ δοκέῃ μὲν ἐνδέειν, χρησταὶ δέ τινες ὑποφάσιες γίγνοιντο, αὖθις ἐπανατάμνειν τὴν φλέβα. τάμνειν δὲ τὴν ἐν τῷ κοίλῳ τοῦ ἀγκῶνος, εὔροος γὰρ ἥδε ἐν τῷ λαιῷ· ξυντεκμαίρεσθαι δὲ ἐν τῇ σμικρῇ ἀποπληξίῃ καὶ τὰ πάρετα μέρεα, εἰ ἐπʼ ἀριστερὰ, ἢ δεξιὰ, ἡ πάρεσις. ἀπὸ γὰρ τῶν ὑγιηρῶν, ὡς ἔπος εἰπεῖν, τὴν ἀφαίρεσιν χρὴ ποιέειν. τῇδε γὰρ τὸ αἷμα εὔροον· τῇδε καὶ ἡ παροχέτευσις ἀπὸ τῶν σιναρῶν. ἢν μὲν ὦν ἄνευ φανερῆς προφάσιος ἀπόπληκτοι γίγνωνται, ὧδε χρὴ συλλογί ζεσθαι ἀμφὶ τῆς ἀφαιρέσιος· ἢν δὲ ἀπὸ πληγῆς, ἢ καταφορῆς, ἢ πιέσιος ξυμβῇ, οὐ χρὴ ἀναβάλλεσθαι.Wigan suggests the necessity of οὐ before χρὴ, and Ermerins accordingly adopts it. μετεξετέροισι δὲ τόδε μοῦνον εἰς ἄκεσιν ἠδὲ ζωὴν ἤρκεσεν.