Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 1

5 ὅλον δὲ χρὴ τὸν ἄνθρωπον ἐρίοισι εἰλίξαντα καταιονεῖν λίπαϊ σικυωνίῳ, ἢ γλευκίνῳ, ἢ παλαιῷ, ἢ ἰδίῃ ἑκάστῳ, ἢ ξυμπάντεσσι συμμεμιγμένοισι· ἄριστον δὲ κηροῦ μικρὸν ἐντήκειν ἐς πάχος τῶν ἀλειφάτων· ποιέειν δὲ χρὴ δυνατωτέρην τήνδε· ἐμπάσσειν δὲ καὶ νίτρου καὶ πεπέρεος. ἔστω δὲ λεπτὰ σησθέντα κρησέρῃ· μέγα δὲ ἐς δύναμιν τῶν παρέντων καὶ τὸ καστόριον· καὶ ἄλειμμα, ξύν τινι λίπαϊ τῶν εἰρημένων, πολλὸν δὲ δυνατώτερον καὶ πιπίσκειν ξὺν μελικρή τῳ. τὸ δὲ πλῆθος ὁκόσον ἐπὶ ληθαργικῶν ἴσμεν· ξυντεκμαίρεσθαι δὲ καὶ τὴν ἡλικίην καὶ τὴν γνώμην τοῦ νοσέοντος, εἰ πιεῖν ἐς πλεῦνας ἡμέρας ἑτοῖμος. ἔστι δὲ καὶ χρίσματα κρέσσονα τῆς τέγξιος, εὐφορέστερά τε καὶ δυνατώτερα. οὔτε γὰρ περιρρέει ἐς τὸ τῶν στρωμάτων αἶσχος· ἀχάριστον γὰρ τοῖσι κάμνουσι τὸ τοιόνδε, καὶ προσίζεται τῷ σκήνεϊ, ἔς τε τὰ ξυντακέντα ὑπό τε τῆς ἀλέης ἀνεπόθη.I have ventured to substitute ἀχάριστον for ἄχρηστον, and καὶ for εἰ. Ermerins changes ἄχρηστον into εὔχρηστον, and otherwise introduces very many alterations into the text. ἀλλὰ καὶ τὸ ἀΐδιον αὐτέων ὀνηϊστόν, περιρρέει γὰρ ἡ τέγξις. ὕλη δὲ ἀλειφάτων μὲν ὁκόσα μοι λέλεκται· ξὺν αὐτέοισι δὲ καστόριον, Ῥητίνη τερμίνθου τοῦ δένδρεος, εὐφορβίου, λημνήστιδος, πυρέθρουἶσα· πεπέριος, χαλβάνης ἐς ἥμισυ· ξὺν νίτρῳ Αἰγυπτίῳ τριπλάσιον, κηροῦ ὁκόσον ἐς σύστασιν ὑγρήν. πολλὸν δὲ τουτέων φαρμακίη ποικιλωτέρη καὶ πλέον καὶ ἰδίῃ λέλεκταὶ.The text is very unsatisfactory. ἐπιπλάσματα τῇσι σκληρίῃσι καὶ τῇσι ἐντάσεσι τῶν μερέων ἐπιθετέον· ὕλη δὲ, λίνου σπέρμα, τῆλις, ἄλφιτον κρίθινον, μέλι, ἔλαιον ἔνθα πήγανον ἢ ἄνηθον ἐζέσθη, ἀλθαίης Ῥίζα κοπεῖσα καὶ ἐν μελικρήτῳ ἑψηθεῖσα, ὡς κηροειδὴς γενέσθαι· ἔστω δὲ εὐαφέα καὶ προσηνέα τῇ ξυστάσι. ἢν μὲν ὦν ἄπυροι ἔωσι ἔτι, ἢ σμικρὸν ἐπιπυρεταίνωσι, τάδε χρὴ πρήσσειν οὐκ ἀλεγίζοντα τῆς θέρμης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme