Book 1
7
νῦν μάλα χρὴ κοίτην μαλακὴν, εὐαφέα, λείην, προσηνέα, θερμὴν ἔμμεναι. ἀπηνέα γὰρ καὶ σκληρὰ καὶ τιταινόμενα τὰ νεῦρα ὑπὸ τῆς νούσου γίγνεται. ἀτὰρ καὶ τὸ δέρμα πᾶν καρφαλέον καὶ τρηχὺ περιτέταται, τὰ πρόσθεν εὔτροχα βλέφαρα μόγις τοῖσι ὀφθαλμοῖσι ἐπιμύει. ὀφθαλμοὶ δὲ ἀτενέες, ἐνδεδινημένοι. ἀτὰρ καὶ τὰ ἄρθρα ξυνδέδεται οὐ κινεύμενα τῇ τάσι. ἔστω δὲ καὶ ὁ οἶκος ἀλεεινὸς, κἢν θέρεος ᾖ, μὴ μέχρι ἱδρώτων, ἢ ἐκλύσιος. ἐς συγκοπὴν γὰρ ἡ νοῦσος Ῥέπει. χρὴ δὲ μηδὲ ἐς τὰ ἄλλα τὰ μεγάλα ἄκεα μέλλειν· οὐ γὰρ καιρὸς ἀμβολῆς. εἴτε ὦν διὰ ψύξιν ἄνευ φανερῆς προφάσιος γένοιτο τέτανος, εἴτε ἐπὶ τρώματι, εἴτε ἐπʼ ἀμβλώσει γυναικὸς, φλέβα τὴν ἐπʼ ἀγκῶνι τάμνειν. προμηθευόμενον καὶ τὴν πίεσιν τοῦ βραχίονος ἐν τῇ ἐπιδέσι, ὡς ἐς ἄνεσιν ἔχοι, καὶ τὴν τομὴν ὡς εὐαφέως καὶ Ῥηϊδίως γένοιτο. τάδε γὰρ σπασμῶν προκλήσιες· καὶ ἐσάπαξ ἀφαιρέειν εὐμέτρως, μὴ μέχρι λειποθυμίης καὶ περιψύξιος. μηδʼ ἐπʼ ἀσιτίης ἔῃ· ψυχρὸν καὶ ξηρὸν λιμός. διδόναι ὦν μελικρή του παχέος ἀκρητεστέρου, καὶ πτισάνης χυλοῦ ξὺν μέλιτι. τάδε γὰρ καὶ παρισθμίοισι ἐς ἔκθλιψιν ἀπονώτατα, καὶ στομάχῳ ἐς κατάποσιν λεῖα καὶ Ῥήϊστα, καὶ ἐς μάλθαξιν κοιλίης μαλακώτατα , καὶ ἐς δύναμιν δυνατώτατα· τὸ δὲ ξύμπαν σκῆνος ἐρίοισι κατειλίχθω δεδευμένοισι ἐλαίῳ γλευκίνῳ, ἢ κροκίνῳ, ἐν οἷς ἢ λιβανωτὶς, ἢ κόνυζα, ἢ ἀρτεμισίη ἐνήψηται. καὶ τὰ πάντα θερμὰ ἐς δύναμιν καὶ ἐς θίξιν ἔστω· χρίειν δὲ τῷ διὰ τῆς λημνήστιδος, καὶ εὐφορβίου, καὶ νίτρου, καὶ πυρέθρου ἀλείμματι· προσβάλλειν δὲ τοῖσδε τοῦ καστορίου συχνόν· εὖ δὲ καὶ τοὺς τένοντας ξυλλαμβ άνειν τοῖσι ἐρίοισι, καὶ χρίειν καὶ τὰ παρʼ οὖς καὶ ἀνθερεῶνα. τάδε γὰρ μάλιστα πάσχειτε δεινὰ καὶ τείνει.The common reading, τείνει, Ermerins alters to κτείνει on the authority of a Parisian ms. Maittaire holds τείνει to be an example of an active verb taken in a passive signification (ed. Wigan). We would render it by tenduntur, entenduntur, we are on the stretch. Similar examples are in Latin; as, prora avertit. Virg. Aen. i. 104. πυριῆν δὲ κούφοις θερμάσμασι τένοντας καὶ κύστιν, μαρσίποις ἔχουσι κέγχρον πεφωγμένην, ἢ κύστεσι βοῶν ἐλαίου θερμοῦ ἡμιπληρέσι, ὡς εἰς πλάτος ἐπικέηνται τῶν πυριωμένων χωρίων. ἐβιήσατό κοτε ἀνάγκη πυριῆσαι κεφαλὴν, οὐκ ἀσφαλὲς μὲν αἰσθήσεσι, νεύροισι δὲ ἀγαθόν. τάσδε μὲν γὰρ ὀμίχλης ἐπʼ ἀναφορῇ ἀτμῶν πίμπλησι, ἀνίησι δὲ τὰ νεῦρα.I have adopted the conjectural arrangement of the words introduced by Ermerins. χρὴ οὖν τῷ τρόπῳ τε τῆς πυρίης ὡς ἀσφαλεστάτῳ χρέεσθαι, καὶ ὕλῃ μὴ σφόδρα βαρυόδμῳ μιῇ· ἀλλὰ ὕλη μὲν ἔστω ἔλαιον τὸ ἐν κύστεσι ἄκνισον ἐν διπλῷ ἀγγείῳ ἑψηθὲν, ἢ ἅλες λεπτοὶ ἐν τῷ μαρσιπίῳ. κέγχρος γὰρ καὶ λίνου σπέρμα εὐαφέα μὲν, ἀτμώδεα δὲ καὶ βαρύοδμα. τρόπος δὲ πυρίης· ὑποτετάσθαι δεῖ τοῖς τένουσι ὑπτίοισι τὰ πυριάματα ἄχρι τῆς κορυφῆς· προσωτέρω δὲ ἐπὶ τὸ βρέγμα μὴ προβαίνειν. τόδε γὰρ τὸ χωρίον ἁπάσης μὲν τῆς αἰσθήσιός ἐστι κοινὸν καὶ ἀπὸ τοῦδε πᾶσαι αἱ ἀφέσιες ὠφελίης τε καὶ βλάψιος· ἢν δὲ ἐπιπλάσσειν δέῃ τοὺς τένοντας, νέρθεν ἔστω τοῦ ἰνίου.The common reading, ὄρθιον ἔστω τὸ ἰνίον, is altered as above by the joint labours of Wigan and Ermerins. ἀνωτέρω γὰρ εἰ θείης, τὴν κεφαλὴν πλήσεις ἀτμῶν τοῦ λίνου σπέρματος καὶ τῆς τήλεως· ἐπὶ δὲ τοῖσι ἐπιπλάσμασι ἀγαθὸν ἡ σικύη ἐς τὸ ἰνίον τῆς Ῥάχιος ἑκατέρωθεν· ἔστω δὲ φειδὼ πολλὴ τῆς φλογός· ὀδυνηρὸν γὰρ καὶ σπασμῶδες τῶν χειλέων τῆς σικύης ἡ ἀμφίθλασις. χρὴ ὦν ἐς δηρὸν ἕλκειν καὶ μαλθακῶς μᾶλλον, ἢ ἀθρόον ἐν ὀλίγῳ χρόνῳ. ὧδε γὰρ ἄν σοι κυρτωθείη τὸ χωρίον ἀπόνως, ὅπερ ἐπιτάμνειν χρή. τέκμαρ δέ σοι τῆς αἱμάξιος τῆς συμμετρίης ἡ δύναμις γιγνέσθω. τάδε μὲν ὦν τῶν ἄνευ ἑλκέων τετάνων τὰ ἄκεα.