Book 1
8
δοιαὶ συνάγχης ἔασι ἰδέαι. ἡ μὲν σὺν θερμασίῃ καὶ μεγάλῃ πρήσιτῶν παρισθμίων, καὶ ἐξογκώσι ἔξω· ἀτὰρ καὶ ἡ γλῶσσα, καὶ ὁ γαργαρεὼν, καὶ πάντα τὰ τῇδε μέρεα ἐς ὄγκον ἀείρεται· ἡ δὲ ἑτέρη ξύμπτωσίς ἐστι τουτέων ἠδὲ ἐς τὸ ἔσω πίεσις, ξὺν ἀγχόνῃ μέζονι, ὡς δοκέειν τὴν φλεγμασίην εἴσω μέσφι τῆς κραδίης ἐρηρεῖσθαι. τῇδε χρὴ μάλιστα ὠκέως ἀρήγειν· τῇδε γὰρ καὶ ὠκέως θνήσκουσι.