Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 1

2 ἢν ὦν ἥκῃ ὁ καιρὸς ἐς θρέψιν, πρώτιστα σκεπτέον εἰ χρὴ ἀφαιρέειν αἷμα. ἢν μὲν ὦν ἡ παραφορὴ ξὺν πυρετῷ ἀρχῆθεν εἰσβάλλῃ τῆς πρώτης ἢ δευτέρης ἡμέρης, τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι, μάλιστα τὴν μέσην· ἀτὰρ καὶ ἢν ἐς τρίτην ἢ τετάρτην ἡμέρην ἡ παραφορὴ ἥκῃ, μέσφι τῆς πρώτης τῶν κρισίμων περιόδου τάμνειν· εἰ δὲ προσωτέρω τοῦ δέοντος χρόνου ἑκταίῳ ἐόντι ἢ ἑβδομαίῳ, ἐῆν, πολλὸν πρὸ τῶν κρισίων ἐν τοῖσι ὀξέσι κενοῦν χρὴ, ἢ φαρμακεύειν, ἢ τοῖσι ἄλλοισι ἐρεθισμοῖσι χρέεσθαι. ἀτὰρ καὶ φλέβα τάμνων μὴ πολλὸν ἀφαιρέειν, κἢν ἐν ἀρχῇ τάμνῃς. φρενῖτις γὰρ εὔτρεπτον ἐς συγκοπὴν κακόν· ἢν δὲ πολυπληθὴς ὁ νοσέων ἔῃ, καὶ νεηνίης, καὶ ἐξ ἀδηφαγίης καὶ οἰνοφλυγίης, — οἵδε οὐ τῆς φρενίτιδος ἔασι οἱ λογισμοὶ, — ἀλλὰ καὶ ἄνευ παραφορῆς πολλὸν τουτέων ἀφαιρέειν αἷμα· πολλὸν δὲ μεῖον ἀφαιρέειν, ἢν οἵδε ἔωσι οἱ φρενιτικοί· τάμνειν δὲ φλέβα τουτέων εὐτολμότερον, ἢν ἐξ ὑποχονδρίων καὶ μὴ ἀπὸ κεφαλῆς ἡ νοῦσος ᾖ. ἐνθάδε γὰρ τῆς ζωῆς ἐστι ἡ ἀρχή· κεφαλὴ δὲ χῶρος μὲν αἰσθήσιος καὶ νεύρων ἀφέσιος· αἷμα δὲ παρὰ καρδίης ἕλκει μᾶλλον ἢ ἄλλοισι διδοῖ. ἢν ὦν πεπόνθῃ ἥδε, οὐ χρὴ τὴν ἐπʼ ἀγκῶνι τάμνειν φλέβα. τάδε γὰρ πάθεα κενεαγγέειν ἐφʼ οἷσι ἡ βλάβη οὐ σμικρή. κἢν μὲν ἡ δύναμις ἀντέχῃ εἰς τὸ ἱκανὸν τῆς κενώσιος, ἅπαξ ἀφαιρέειν, ὅκως μὴ ἐν τῇ διαστάσι τῆς ἐπαφαιρέσιος διολλύηται τῆς τροφῆς ἡ ἐγκαιρίη. ξυνεχέες γὰρ τοῖσι φρενιτι κοῖσι οἱ πυρετοὶ, καὶ οὐδὲ ἐπανέσιας μακρὰς, ἀλλὰ βραχείας καὶ ἀσήμους κουφισμοὺς ποιεύμενοι. ἢν δὲ πρὸ τῆς ξυμμετρίης ἀπαυδήσῃ ὁ νοσέων, ἐς δευτέρην ἐπάνεσιν ὑπερβάλλεσθαι, ἢν μὴ ἐς μακρὸν ἐκπίπτῃ· εἰ δὲ μὴ, ἀνακαλεσάμενον ὀσμῇσι, καὶ ψαύσεσι προσώπου, καὶ πιέσι ποδῶν αὐτίκα ἀφαιρέειν· γνῶμα δὲ τῆς αὐταρκίης ἡ δύναμις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme