Book 1
11
ἐς τὰ ὠὰ ἔλαιον ἔγχέειν καὶ Ῥητίνης τῆς ξηρῆς τῆς ἀπὸ πίτυος ἐμπάσσειν, ὅκως τὸ θεῖον κρέσσον ἔῃ, καὶ τῆς ἀπὸ τερμίνθου δὲ τήξαντα· καὶ πέπερι ὀνηϊστὸν καὶ ἐν ὠοῖς καὶ ἐν πτισάνῃ καὶ ἅπασι τοῖσι ἐδέσμασι καὶ ὁκόσα πεπέρεϊ ξυνῳδά· κρεῶν ἀκρόποδες ἐν χυλοῖσι τακεροὶ, πέλειαι , ἀλεκτορίδες ἑφθαί· συῶν ἐγκέφαλοι, ὀπτοὶ μὲν σὺν τῷ ἐπιπλόῳ· ἄνευ δὲ τουτέου ἄκνισοι.There is something inexplicable in this paragraph; for not only does no one of the other authorities recommend brains in the treatment of Pleurisy, but also no one says anything of roasting the brains of swine in their cauls. I suspect the text must be corrupt. ἢν δὲ ἄκερχνος ἔῃ, δοτέον καὶ θαλασσίων, ἢ πετραίων ὅ τι ἂν ἄριστον ἡ χώρη φέρῃ. ὡς δὲ μὴ ἁμαρτάνῃ ἐπιθυμίῃ, μηδὲ σμήχηται ἐν τῇ λεπτῇ διαίτῃ ὁ νοσέων, χαρίζεσθαι ὀπώρης, μήλων ἑφθῶν ἐν ὕδατι ἢ μελικρή τῳ, ἢ στέατι ὀπτῶν — ἀφαιρέειν δὲ χρὴ τοῦ λέπους καὶ τῶν ἐντὸς τρηχέων ξὺν τοῖσι σπέρμασι· — ἐφʼ ὥρης δὲ καὶ σύκων. ἀτὰρ καὶ τῆς ἄλλης δοτέον, ὁκόσον ἂν ᾖ ἀβλαβὴς ἡ ὀπώρη, ἀλλὰ καὶ ὀνηϊστός. ἀμφὶ μὲν ὦν τροφῆς τάδε.