Book 2
4
ἢν δὲ ὑπεληλύθῃ μὲν ὁ πᾶς παλαιὸς σῖτος, χολαὶ δὲ διΐωσι, καὶ χολώδης ἔμετος καὶ διάτασις ἔῃ, ἠδὲ καὶ ἄση, καὶ ἀπορίη, καὶ ἀδυναμίη, ψυχροῦ ὕδατος κυάθους δύο, ἢ τρεῖς, διδόναι, ἔς τε τὴν τῆς κοιλίης στῦψιν, ὅκως ἐπίσχῃ τὴν παλίρροιαν, ἠδὲ τὸν στόμαχον αἰθόμενον ἐμψύξῃ. ξυνεχέως δὲ τόδε, ἐπὴν τὸ ποθὲν ἐμέσῃ, πρήσσειν. Ῥηϊδίως μὲν τὸ ψυχρὸν ἐν τῇ κοιλίῃ θάλπεται· ἀτὰρ ἠδὲ ἐξεμεῖ ὁ στόμαχος, ἀχθηδόνι τοῦ θερμοῦ καὶ ψυχροῦ· ξυνεχέως δὲ ποθέει ψυχρὸν ποτόν.
4
ἢν δὲ καὶ σφυγμοὶ μὲν ἐς τὸ μικρὸν ξυμπέσωσι, ἠδὲ ἐς τὸ ξυνεχὲς καὶ πυκνὸν διώκωνται, ἱδρὼς δὲ περὶ μέτωπα καὶ κληϊδας, καὶ πάντη τοῦ σώματος στάγδην Ῥέῃ, καὶ γαστὴρ μὴ ἐπίσχηται, καὶ ὁ στόμαχος ἐμέῃ ἔτι ξὺν τάσι καὶ λειποψυχίῃ, καὶ οἴνου βραχὺ ἐπιστάζειν τῷ ὕδατι τῷ ψυχρῷ, εὐώδεος, στύφοντος, ἔς τε τὴν τῆς αἰσθήσιος ἀνάκλησιν ὑπὸ τῆς ὀσμῆς καὶ ἐς τὴν τούτου ῬῶσινΤούτου here refers to the stomach. Indeed, I felt inclined to change the text to τοῦ στομάχου. I do not approve of Ermerins' alteration to τοῦ σώματος. ὑπὸ τῆς δυνάμιος, καὶ ἐς τὴν τοῦ σώματος πρόσθεσιν ὑπὸ τῆς θρέψιος. οἶνος γὰρ ὠκὺς μὲν ἐς τὴν ἄνω ἴξιν ὡς τὴν παλιρροίην σχέθειν· λεπτὸς δὲ, ὡς Ῥηϊδίως χυθεὶς τῇ φύσι τὴν ἕξιν ἐρρῶσθαι. I have adopted this reading from Petit and Ermerins, instead of συνέξειν. κραταιὸς δὲ, ὡς δύναμιν στῆσαι Ῥέουσαν. ἐπιπάσσειν δὲ καὶ ἀλφίτων κοτὲ, νέων, εὐπνόων. ἢν δὲ ξυνεπείγῃ πάντα, ἱδρὼς καὶ ἔντασις, οὐ τοῦ στομάχου μοῦνον, ἀλλὰ καὶ νεύρων, λὺγξ κενεὴ, καὶ πόδες ξυντιταίνωνται, καὶ κοιλίη ὑποφέρῃ πολλὰ, καὶ ἀχλυώδης ὥνθρωπος, σφυγμοὶ δὲ πρὸς ἀκινησίην ἔωσι, τότε χρὴ φθάνειν τήνδε τὴν κατάστασιν· εἰ δὲ καὶ παρῇ, ψυχροῦ καὶ οἴνου πολλόν τι διδόναι, μὴ ἀκρητεστέρου δὲ, διὰ τὴν μέθην καὶ τὰ νεῦρα, ξὺν σιτίῳ ψωμοῖσι διαβρόχοισι· διδόναι δὲ καὶ τῆς ἄλλης τροφῆς, ὁκοῖα ἐν συγκοπῇ μοι λέλεκται, ὀπώρην στύφουσαν, οὖα, μέσπιλα , μῆλα κυδώνια, σταφυλήν.