Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 2

5 ἐν εἰλεῷ πόνος ἐστὶ ὁ κτείνων ἐπὶ φλεγμονῇ ἐντέρων, ἢ ἔντασις καὶ πρῆσις· ὤκιστος ἠδὲ κάκιστος ὄλεθρος. μετεξέτεροι μὲν γὰρ ἀνελπίστως νοσέοντες θάνατον προφανέα μοῦνον ὀρρωδέουσι· οἱ δʼ ἐν εἰλεῷ πόνου ὑπερβολῇ, θανάτου ἔρανται. χρὴ ὦν μήτε σμικρότερόν τι γίγνεσθαι τὸν ἰητρὸν τοῦ πάθεος, μήτε βραδύτερον. ἀλλὰ, ἢν μὲν φλεγμασίην αἰτίην εὕρηται, τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι μεγάλῃ τῇ σχάσι, ὅκως ἀθρόως διεκρέῃ τὸ αἷμα, τῆς φλεγμασίης ἡ τροφὴ, κἢν μέσφι λειποθυμίης· τόδε γὰρ ἢ ἀπονίης ἀρχὴ γιγνεται, ἢ νάρκης ἐς ἀναισθησίην· ἀνάπνευσις δὲ ἐν εἰλεῷ, κἢν ὑπʼ ἀγνοίης ἐς βαιὸν χρόνον ἔῃ τοῦ πόνου ἀμβολή· ἐπεὶ καὶ τὸ θνήσκειν τοῖς μὲν ὧδε πονέουσι εὐδαιμονίη· τῳ ἀρχιητρῷ δὲ οὐ θέμις πρήσσειν. θέμις δέ κοτε προγιγνώσκοντα σκοντα σάφα τὰ παρεόντα ὡς οὐ φύξιμα, καρηβαρ έῃ νωθρῇ εὐνᾶσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme