Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 2

5 ἢν δὲ ἄνευ φλεγμασίης , ἐπὶ διαφθορῇ ἢ ψύξι κραταιῇ γίγνεται ὁ εἰλεὸς, φλεβοτομίην μὲν ἴσχειν, τὰ δὲ λοιπὰ ἅμα πάντα πρήσσειν· ἐμέειν ἀπὸ ὕδατος θαμινὰ, συχνὸν πίνειν ἔλαιον, εἶτα αὖθις ἐξεμέειν. φύσας ἄγειν κάτω ἐρεθίσμασι· ἐρεθιστικὸν μὲν κυκλαμίνου χυλὸς, καὶ νίτρον, ἢ ἅλες· φυσέων δὲ ἀγωγὰ κύμινον, ἠδὲ πήγανον. χρὴ ὦν πάντα ὁμοῦ ξὺν Ῥητίνῃ τῇ τοῦ τερμίνθου διαχρίειν τάδε, καὶ σπόγγοισι πυριῆν, ἢ τοῖσδε ὑποκλύζειν ξὺν ἐλαίῳ καὶ μέλιτι, καὶ ὑσσώπῳ, καὶ κολοκύν της ἀγρίας τῆς σαρκὸς ἑψήματι· κἢν ἐκκριθῇ κόπρος, αὖθις ἔλαιον θερμὸν ξὺν πηγάνῳ ἐνιέναι· τόδε γὰρ ἢν εἴσω μίμνῃ, πυρίημα τοῖσι ἐντέροισι εὐμενές. τέγγειν δὲ τὰ πονέοντα χωρία ἐλαίῳ ξὺν πηγάνῳ καὶ ἀνήθῳ ἄδην ἑψηθέντι. ἔστω δὲ καὶ πυρίη, φακῶν τῶν κεραμήων, ἢ χαλκέων, ἢ κέγχρου καὶ ἁλῶν φωχθέντων. ἐπιπλάσματα πρὸς τοῖσι ξυνοῖσι ἔστω αἴρης ἄλητον καὶ κύμινον καὶ ὑσσώπου ἢ ὀριγάνου κόμη· σικύαι δὲ κοῦφαι μὲν, συχναὶ δὲ, ἄλλη πρὸς ἄλλας τιθεμένη, ἐς τὸ ἐπιγάστριον, ἐς τὰς ἰξύας μέσφι βουβώνων· ἠδὲ κατόπιν ἐς ἰσχία πρὸς νεφροὺς καὶ Ῥάχιν. πάντη γὰρ ἀντισπᾶν τὸν πόνον ξυμφέροι.The common reading in all the mss. is ἄν τις πάντα, which was most felicitously amended as above by Wigan. προπίνειν δὲ κυμίνου ἢ πηγάνου ἀφεψήματος , καὶ τοῦ σίσωνος, ἢ ξὺν τουτέοισι τῶν φαρμάκων τῶν ἀνωδύνων τινά· μυρία δὲ ἄλλοισι ἄλλα πείρῃ γεγόνασι πιστά. ἀγαθὸν δὲ καὶ τὸ διʼ ἐχιδνῶν φάρμακον, μέζον τοῦ μέτρου πρὸς τὸ ξύνηθες ποθέν· ἢν δὲ μήτε ὁ πόνος ἐνδιδῷ, μήτε φῦσα, μήτε κόπριον ἀναδοίη, τοῦ καθαρτηρίου τῆς ἱερῆς ὑπʼ ἀνάγκης διδόναι. ἢ γὰρ ἀπηλάθη ξὺν φλέγματι καὶ χολῇ τὸ φάρμακον, ἢ διῆλθεν ἐξάγον φύσας, σκύβαλα, φλέγμα, χολὴν, τοῦ κακοῦ τὰς ἐντάσιας. τροφὴ διεξάγουσα· ζωμοὶ ἀλεκτορίδων, κογχαρίων, πτισάνης ὁ χυλὸς κάθεφθος, ξὺν πολλῷ λίπαϊ ἀρχῆθεν προσεγχυθέντι τῆς ἑψήσιος· συνεψεῖν τῷδε,I here adopt the ingenious conjecture of Ermerins, in place of the common reading, ἔχειν ᾧδε. κύμινον, λίτρον, πράσον ξὺν τῇ κόμῃ· ἢ ἰητρείη ξὺν ζωμῷ τινι διαχωρητικῷ, κοχλίαι ἄκρως ἑφθοὶ, καὶ ωὐτῶν δὲ χυμὸς ἢ τελλίνης· ὕδωρ ποτὸν, ἢν πυρεταίνῃ, ξὺν ἀσάρῳ, ἢ νάρδῳ, ἢ κάγχρυ ἑψηθέν. καὶ γὰρ φύσης ἀγωγὰ, καὶ οὐρητικὰ, καὶ εὔπνοα· ἢν δὲ ἄπυρος ἔῃ, καὶ οἶνος ἔς τε τὴν τῶν ἐντέρων θέρμην, ἀτὰρ ἠδὲ ἐς ἀνάκλησιν τῆς δυνάμιος, ἀρήγει· καὶ μαράθρου Ῥίζης ἕψημα ποθὲν, καὶ ἀδίαντον, καὶ κινάμωμον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme