Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 2

5 ἢν δὲ ἐς ἀπόστασιν τρέπηται ἡ φλεγμασίη, τῇδε ξυμβάλλειν ἄμεινον, τοῖσι ἐς ἀπόστασιν φαρμάκοισι χρεόμενον· γεγράφαται δὲ τάδε ἐν τοῖσι χρονίοισι, ἔνθα κωλικῶν θεραπείη ἐγράφη.

Κεφ. ς′. Θεραπεία τῶν κατὰ τὸ Ἥπαρ ὀξέων παθῶν.

6 ἐν ἥπατι τοῦ αἵματος ἡ γέννα, καὶ ἐς τὸ πᾶν ἔνθεν ἡ τοῦδε ἄφεσις.This reading, instead of the common one, τοῦ ἀφεχή, was first suggested by Petit. καὶ τὸ ξύμπαν ἧπαρ ὁκοῖον αἵματος πάγος. ὀξύταται ὦν αἱ τῇδε φλεγμοναί. ἐγκέεται γὰρ τῷ χωρίῳ τῷδε ἡ τροφή. ἢν μὲν ἑτέρωθί πη φλεγμονὴ συστῇ, οὐ κάρτα γίγνεται ὀξέη· ζέει γὰρ ἡ τοῦ αἵματος ἐπιρροή. The common reading is νέει, which Ermerins makes νέη, having adopted it from Bernard, ad Nonnum, i. p. 52. It occurs also in Cod. Harley. But neither the one nor the other furnishes any meaning suitable to the place. To my mind, there can be no doubt that the proper reading is ζέει, which occurs in Alexander's description of inflammation of the liver, as follows: — Ὅτι μὲν ὥσπερ ἅπασα φλεγμονὴ ἐκ ζέοντος αἵματος ἔχει τὴν γένεσιν, οὕτω καὶ ἡ ἐν τῷ ἥπατι, κ. τ.λ. (vi. 19). The meaning, then, obviously is, that in inflammations of other parts, the blood, which is the pabulum of the inflammation, has to come from another place to the part inflamed; whereas in inflammations of the liver, the blood is inflamed in the place where it is originally formed. ἐπὶ δὲ τῷ ἥπατι οὐ χρέος ἑτέρωθεν ἥκειν· ἢν γάρ τις ἔμφραξις τὰς ἐξόδους ἐπίσχῃ, πίμπραται τὸ ἧπαρ τῆς ἐκροῆς ἀμερθέν· ὁ δὲ τῆς τροφῆς εἴσρους ἐς τὸ ἧπαρ ἔτι μίμνει· οὐχ ἑτέρη γὰρ ὁδὸς τῆς τροφῆς ἐς τὸ πᾶν σκῆνος ἀπὸ τῆς κοιλίης καὶ τῶν ἐντέρων.The negative, οὐχ, is wanting in all the mss.; but, as Wigan remarks, it is evidently required by the sense.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme