Book 2
6
εὐπόρως ὦν χρὴ τὴν κένωσιν ἐμποιέειν, τάμνοντα φλέβας τὰς ἐπʼ ἀγκῶνι, συχνὸν μὲν ἀφαιρέοντα , μὴ ἀθρόον δέ. ἀποσιτίη μὲν τὰ πρῶτα, ὀλιγοσι τίη δὲ αὖθις, ὅκως καὶ τοῖσι εἰσιοῦσι τὸ ἧπαρ κενεὸν ᾖ. χρὴ δὲ καὶ τοῖσι ἐπιθέτοισι διασκιδνάναι τὰ ἐν τῷ ἥπατι σταθέντα.The common reading, στάθεα, has no meaning. I have adopted the conjectural emendation of Wigan, in preference to στεριχθέντα, which is the reading of Ermerins. τέγξις μὲν ὦν ξὺν ἀλόῃ ἤ λίτρῳ· εἴρια πινόεντα οἰσύπῳ. χρέος ὦν ἐμψύξιος, οὕνεκα τῷ αἵματι αἴθεται τὸ ἧπαρ· θερμὸν γὰρ τὸ αἷμα. τοιάδε χρὴ καὶ τὰ ἐπιπλάσματα ἔμμεναι, ἀλήτων μὲν αἰρίνων, ἢ ἐρυσίμων, ἢ κριθῆς, καὶ λίνου σπέρματος· χυμῶν δὲ, οἴνου ὀξέος, μήλων τοῦ χυλοῦ, ἑλίκων τῆς ἀμπέλου, οἰνάνθης τῆς ὡραίης, ἢ τοῦ σὺν τῇδε λίπαος· πυρίη, σπόγγοισι καρποῦ δαφνῆς ἑψήματος, σχίνου, γλήχωνος, ἴριδος.
6
ἐπὴν δὲ τουτέοισι πρηο̈́νῃς, σικύην προσβάλλειν μέζονα ὡς ἀμφιλαβεῖν πάντη τὸ ὑποχόνδριον, ἐντάμνειν δὲ βαθύτερα ὡς πολλὸν ἑλκύσειας αἷμα· μετεξετέροισι δὲ αἱ βδέλλαι, ἢ σχάσαι, κρέσσον. παρεισδύεται δὲ τοῦ ζῴου ἡ δῆξις· ἀτὰρ ἠδὲ μέζονας διαβρώσιας ποιέεται· τῇδε καὶ δυσεπίσχετος ἡ ἀπὸ τῶν ζῴων αἱμόρροια· κἢν ἄδην πιὸν ἐκπέσῃ τὸ θηρίον, σικύην προσβάλλειν· νέρθεν γὰρ ἕλκει τὸ νῦν. κἢν ἅλις ἔχῃ κενώσιος, ἐς μὲν τὰ τρώματα ἰσχαίμασι χρέεσθαι ἀδήκτοισι, ἀραχνίων ὑφάσμασι, μάννῃ, ἀλόῃ, ἐπιπάσσειν· ἠδὲ ἄρτῳ ἑφθῷ ξὺν πηγάνῳ ἢ μελιλώτῳ, ἀλθαίης Ῥίζῃσιν. ἐς δὲ τὴν τρίτην ἡμέρην, κήρωμα ξὺν μυροβαλάνῳ , ἢ ἀψινθίου κόμῃ καὶ ἴριδι. ἀτὰρ καὶ τὰ μαλάγμα τα τοιάδε χρὴ ἔμμεναι ὁκοῖα λεπτῦναι, ἢ ἐξαραιῶσαι , ἢ οὔρησιν τρέψαι. ἄριστον μὲν ὦν τὸ διὰ τῶν σπερμάτων, ὧν ἅπασι ἰητροῖσι ἡ πείρη εὔγνωστος. ἀγαθὸν δὲ καὶ ἔνθα ἡ σάμψυχος, ἢ τὸ μελίλωτον ἐγκέεται.