Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 2

Κεφ. ια′. Θεραπεία Σατυριάσεως.

11 τῶν ἐν τοῖς αἰδοίοισι νεύρων ἡ φλεγμασίη ὄρθιον ἀνίσχει τὸ αἰδοῖον, ξὺν ἐπιθυμίῃ καὶ λύπῃ ἀφροδισίων ἔργων πρήξιος. ἐντάσιες δὲ γεννῶνται σπασμώδεες, οὐδαμᾶ πρηϋνόμεναι· ἀλλὰ καὶ ἐπὶ τοῖσι ἀφροδισίοισι ἀμάλθακτος ἡ ξυμφορή. προσεκμαίνονται δὲ καὶ τὴν γνώμην, τὰ πρῶτα μὲν ἐς ἀναισχυντίην, ἐπὶ παρρησίῃ τοῦ πράγματος. θαρσέας γάρ σφεας ποιέει ἡ ἀκυρίη τῆς ξυνουσίης· μετέπειτα δὲ, ἐπάν ἀναλωφήσωσι, εὖτʼ ἄν σφισι ἡ γνώμη τέλεον μίμνῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme