Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 2

11 πάντων ὦν εἵνεκα τάμνειν φλέβα τὴν ἐπʼ ἀγκῶνι, καὶ τὴν ἐπὶ τῷ σφυρῷ. καὶ πολλὸν ἀφαιρέειν καὶ πολλάκις. οὐδὲ γὰρ ἄκαιρον νῦν λειποθυμίην ἐμποιέειν, ἔς τε νάρκην τῆς γνώμης, καὶ ἐς τὰς τῆς φλεγμασίης ξυνδόσιας, καὶ ἐς τὰς τοῦ θερμοῦ τοῦ κατʼ αἰδοῖον πρηο̈́νσιας. αἷμα γὰρ πολλὸν θερμασίης μὲν καὶ τόλμης ἔξαψις καρτερή· φλεγμασίης δὲ τροφὴ, ταράχου δὲ γνώμης καὶ ἀταξίης ἔκκαυμα· καθαίρειν δὲ καὶ τὸ ξύμπαν σκῆνος φαρμάκῳ τῇ ἱερῇ· οὐ γὰρ καθάρσιος δέονται μοῦνον, ἀλλὰ καὶ φαρμακίης προσηνέος. δρῆν μέντοι τάδε ἄμφω ἱερὴ δύναται· κατειλίσσειν δὲ τὰ τε αἰδοῖα καὶ τὰς ἰξύας καὶ τὴν πλιχάδα καὶ τοὺς ὄρχιας ἐρίοισι τοῖσι ἀπὸ ὄϊος Ῥυπῶσι· Ῥοδίνῳ δὲ καὶ οἴνῳ διῆναι χρὴ τὰ ἔρια, καὶ τέγγειν τὰ μέρεα, πολλόντι μᾶλλον τάδε καταιον οῦν τα, ὅκως μήτε θάλψις ἐκ τῶν ἐρίων ἔοι, ἀτὰρ ἡ ἔμφυτος θέρμη ὑπὸ ψυχρῆς δυνάμιος τῶν χυμῶν πρηο̈́νηται. τοιάδε χρὴ καὶ τὰ ἐπιπλάσμα τα τιθέναι· ἄρτον ξὺν ἀρνογλώσσου χυλῷ καὶ στρύχνῳ, καὶ σέριδι, καὶ φύλλοισι μήκωνος καὶ τοῖσι ἄλλοισι, ὅσα νάρκην καὶ ψύξιας ἐμποιέει. ἀτὰρ καταχρίειν τοῖσι ἰκέλοισι τὰ αἰδοῖα καὶ τὴν πλιχάδα καὶ τὰ ἰσχία, κωνείῳ, ξὺν ὕδατι, ἢ οἴνῳ, ἢ ὄξεϊ· μανδραγορίῃ, ἀκακίῃ· καὶ σπόγγοισι ἀντὶ τῶν εἰρίων χρέεσθαι. μεσηγὺ δὲ ὑποκλύζειν μαλάχης ἑψήματι, καὶ ἐλαίῳ, καὶ μέλιτι. δριμὺ δὲ πᾶν ἀντερείσθωσαν σικύαι κατʼ ἰσχίου, ἢ ἤτρου. ἄρισται δὲ καὶ βδέλλαινέρθεν ἑλκύσαι αἷμα· καὶ ἐπὶ τοῖσι τρώμασι ἐπίπλασμα, αἱ ψίχες ξὺν ἀλθαίῃ· ἔπειτα ἐνίζειν ὕδατι ἀρτεμισίης , ἐλελισφάκου, κονύζης ἑψήματι· καὶ εὖτʼ ἂν προσωτέρω μὲν ἥκῃI have adopted the ingenious emendation of Ermerins in place of the common reading, μένῃ μήκεϊ, which is evidently at fault. χρόνου, μὴ κατὰ λόγον δὲ τὸ πάθος ἐνδιδῷ, δέος δὲ σπασμοῦ· (μάλα γάρ τοι ἐπὶ τῷδε σπῶνται)· μεταβάλλειν χρὴ τὴν θεραπείην τοῖσι θερμαίνουσι· χρέος μὲν γλευκίνου, ἢ σικυωνίου ἀντὶ Ῥοδίνου σὺνI have ventured to introduce the preposition σὺν, as something seems wanting in this clause of the sentence. εἰρίοισι δὲ καθαροῖσι καὶ ἐπιπλάσμασι ἀλεαίνουσι. ἐμάλαξε γάρ κοτε τῶν νεύρων τὰς πρήσιας ἡ τοιήδε θεραπείη. ἀτὰρ καὶ πιπίσκειν τοῦ κάστορος ξὺν μελικρή τῳ. τροφαὶ ἄτροφοι, ψυχραὶ, βραχέα μὲν τὰ σιτώδη· τὰ πλεῖστα, λάχανα, μαλάχη, βλίτον, θριδακίνη, ἑψητὴ κολοκύν τη, σίκυος ἑφθὸς, πεπέων ὡραῖος· οἴνου δὲ, καὶ κρειῶν, μέσφι πολλῆς ἀναλήψιος, φειδώ. οἶνος γὰρ θάλψις μέν ἐστι νεύρων, μάλθαξις δὲ ψυχῆς, ἐπανάκλησις δὲ ἡδονῆς, γονῆς γένεσις, καὶ πρόκλησις ἀφροδισίων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme