Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 2

2 ἢν ὦν πολύαιμοι καὶ ἐπίφλεβοι ἔωσι, ἐπὶ πάσῃ ἰδέῃ ἀναγωγῆς τάμνειν φλέβα· ἤν τε γὰρ ἐκ Ῥήξιος ἢ διαβρώσιος, εὐάρμοστος φλεβοτομίη· ἤν τε ἐπʼ ἀραιώσι, δέος μὴ ἀπορρήξῃ τὸ πλῆθος· τάμνειν δὲ τὴν ἐπʼ ἀγκῶνι κοίλην· εὔροόν τε γὰρ τὸ αἷμα τῆσδε καὶ κατασχά ζεσθαι Ῥηϊδίη, καὶ ἐς πλεῦνας ἡμέρας Ῥέειν ἀσινέως εὔστομος. ἐπὶ πᾶσι δὲ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν καιρίων σπλάγχνων ὁδὸς ἥδε αἵματος. ἡ δὲ ἀνωτέρη τῆσδε, καὶ ἥδε, ἀποσχίδες ἔασι, μιῆς τῆς ἀπὸ τοῦ βραχίονος, ἄμφω. ὥστε οὐδὲν μέζον ἡ ἀνωτέρω τῆς μέζης ἐς ὄνησιν ἴσχει. ἀΐδριες γὰρ τῶν ἀποσχισίων, ὅσοι στομάχῳ καὶ ἥπατι ξυνῆψαν τὴν ἄνω. ἢν δὲ ἀπὸ σπληνὸς Ῥὲῃ, ταμνεν τῆς ἀριστερῆς χειρὸς τήν μέσην δακτύλων μικροῦτε καὶ παραμέσου. τήνδε γὰρ τῶν ἰητρῶν μετεξέτεροι δοκέουσι ἐπὶ σπλῆνα κραίνειν· ἀτὰρ καὶ ἥδε τῶν ἐπʼ ἀγκῶνι τῆς κάτω ἐστὶ ἡ ἀπόσχισις. τί ὦν πλέον εἰ πρὸς τοῖσι δακτύλοις, καὶ μὴ ἐπʼ ἀγκῶνι τάμνοι τις αὐτέην; μείζων γὰρ τῇδε καὶ εὔροος. τὸ ξύμπαν μὲν ὦν πρόσω λειποθυμίης ἐπισχεῖν· ἀτὰρ μηδὲ πολλὸν ἀφαιρέειν. ἱκανὴ γὰρ καὶ ἡ αἱμορραγίη γυιῶσαι τὸν ἄνθρωπον. ξυνεχὲς δὲ καὶ ἀπὸ σμικρῆς ἀφαιρέσιος ἐπαφαιρέειν, καὶ αὐτῆμαρ, καὶ τῆς ὑστεραίης, καὶ ἐπὶ τῆς ἄλλης ὑστέρης. ἢν δὲ ὁ ἀσθενέων ἰσχνὸς καὶ λείφαιμος ἔῃ, μὴ τάμνειν φλέβα. τάδε μὲν ὦν ἀμφὶ ἀφαιρέσιος αἵματος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme