Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 2

2 ἀρήγειν δὲ καὶ δεσμοῖσι ἄκροις· ποδῶν μὲν, ὑπὲρ σφυρὰ καὶ γούνατα· χειρῶν δὲ, ὑπὲρ καρπὸν καὶ βραχίονα· ταινίη πλατείη, ὅκως ἡ διάσφιγξις κραταιὴ μὲν ᾖ, ἄλγος δὲ μὴ φέρῃ· τοῖσι δὲ αἱμορραγέουσι χωρίοισι ἐπιβάλλειν χρὴ ἔρια μὲν πινόεντα οἰσύπῳ ἀπὸ τῆς ὀΐος· τέγγειν δὲ χυμῷ, οἴνῳ αὐστηρῷ, καὶ Ῥοδίνῳ, ἢ μυρσίνῳ λίπαϊ. ἢν δὲ ξυνεπείγῃ ἡ αἱμορραγίη , ἀντὶ μὲν τῶν ἐρίων σπόγγοισι χρέεσθαι· ὄξεϊ δὲ, ἀντὶ τοῦ οἴνου. ὑπαλειφέσθω δὲ μυρσίνῳ τὸ χωρίον· ἐπιπάσσειν δὲ τοῖσι σπόγγοισι τῆς ἀκακίης, ἢ ὑποκιστίδος ξηρῶν τῶν χυλῶν, ἢ καὶ ἀλόης. ἄριστον δὲ καὶ τὸ ὀμφάκιον ὄξεϊ λυθέν. ἢν δὲ ἡ τέγξις ἄσηρον ᾖ καὶ δύσφορον, ἐμπλάστροισι χρέεσθαι. καὶ γὰρ τὸ δέρμα περιτείνουσι, καὶ οἷον τῇ χειρὶ κρατέουσι. ἀτὰρ καὶ αἱ δυνάμεις αὐτέων στῦψαι καὶ ξηρῆναι δυνατώταται. μυρίαι δὲ καὶ ἄλλοισι ἄλλαι πείρῃ ἔασι πισταί· ἄρισται δὲ ὁκόσαι ὄξος ἴσχουσι καὶ ἰτέης φύλλων χυλὸν, ἠδὲ καὶ ἄσφαλτον, καὶ ἰὸν, καὶ στυπτηρίην, καὶ λιβανωτὸν, καὶ σμύρνην, καὶ χαλκὸν κεκαυμένον καὶ λεπίδα, καὶ ὁκόσαι τοιαῖδε ἐπὶ τοῖσι ἐμπλάστροισι· ἢ ἔρια τὰ πινόεντα, ἢ οἱ σπόγγοι ἐν βραχέϊ δευθέντες ὄξεϊ· ἢν δὲ τὴν τάνυσιν τῶν ἐμπλάστρων μὴ φέρωσι, ἐπίθεμα ποιέειν· φοίνικες οἱ πίονες ἐν οἴνῳ μέλανι αὐστηρῷ δευθέντες ἐς μᾶζαν τρίβονται· ἔπειτα ἀκακίη ἐμπάσσεται λείη καὶ σίδια· ἐγχρισθέντα δὲ ἐς τρύχιον κατὰ τοῦ θώρηκος τίθεται. ἄλφιτα οἴνῳ, ἢ ὄξεϊ δευθέντα, ἠδε φακῆς ἄλητον λεπτὸν, κρησέρῃ σεσησμένον , κηρωτῇ ἢ Ῥοδίνῳ μύρῳ ἀναλαμβάνοντα τιθέναι. μίσγειν δὲ καὶ συμφύτου τῆς Ῥίζης σεσησμένης. ἄλλο· βραβύλων ἀγρίων Ῥίζας ἑψεῖν ἐν ὄξεϊ καὶ τρίψαντα ἐς μᾶζαν, παραμίσγειν Ῥοὸς, καὶ κόμμιος, καὶ μυρσίνης βραχύ. τῶνδε μέντοι γε ἄλλα ἄλλοισι ξυμμίσγειν , ὅκως ἂν ἰσχύος τῆς τῶν φαρμάκων καὶ προσηνείης καὶ ὀσμήσιος δέηται. χρὴ γὰρ καὶ τοῖσι κάμνουσι χαρίσασθαι. τάδε μὲν ἐκτὸς θετὰ ἄκη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme