Book 2
Κεφ. γ′. Θεραπεία Καρδιακῶν.
3
ἐν συγκοπῇ μάλα χρὴ τὸν ἰητρὸν πρόνοιαν ἐπιτηδεύειν· μέλλουσαν μὲν γὰρ ἢν προγιγνώσκῃς, τά τε παρεόντα ἐπεσσυμένως συνεργοῖένσοι,The common reading, συνεργὰ ἔνσεο, is evidently inadmissible. Petit suggests ἐνστήσῃ. Ermerins has ἂν εἴη σοι. ἀτὰρ ἠδὲ ἐξελάοις ἂν αὐτέην πρὶν ἥκειν. παρεοῦσαν δὲ οὐ Ῥηϊδίως διδρήσκουσι οἱ νοσεῦντες. λύσιν γὰρ τῆς φύσιος τὴν συγκοπὴν ἔλεξα· οὐ παλίσσυτος δὲ φύσις λυθεῖσα. τήνδε ὦν μάλιστα μὲν μέλλουσαν κωλύειν· ἢν δὲ μὴ, ἄρτι ἀρχομένην. προγιγνώσκειν δὲ χρὴ τοῖσι ἐν τοῖσι ἀμφὶ τῶν ὀξεῶν νούσων λελεγμένοισι, εὖτε τὴν αἰτίην, ἀτὰρ ἠδὲ καὶ τὰ σημήϊα ἐφραζόμεθα. καῦσος μὲν γὰρ ὁ πυρετὸς ἀρχή. ἐπὶ δὲ τῷ καύσῳ κάκιστα σημήϊα, ξηρότης, ἀγρυπνίη, θερμασίη τῶν σπλάγχνων, ὅκως ἀπὸ πυρὸς, ψυχρὰ δὲ τὰ ἔξω· χεῖρες καὶ πόδες ἄκροι ψυχρότατοι· ἀναπνοὴ ἐς ὁλκὴν μακρή· ποθέουσι γὰρ ψυχρὸν ἠέρα, οὕνεκεν ἐκπνέουσι πῦρ. σφυγμοὶ μικροὶ, πυκνότατοι , τρομώδεες. ἐκ τῶνδε ὦν τεκμαιρόμενος ἠδʼ ὁκόσα μοι ἐν τοῖσι σημηΐοισι λέλεκται, αὐτίκʼ ἐξ ἀρχῆς ἀρήγειν.