Book 1
5
ἢν δὲ ἐπὶ τοῖσδε σμικρόν τι ὑποπτώξασα ἡ νοῦσος παλίνορσος ὀφθῇ, μεζόνων ἀκέων χρέος. μὴ ὦν ἀμβολὴ χρόνου γιγνέσθω· ἀλλʼ ἢν ἐπὶ σχέσι γυναικὸς καταμηνίων, ἢ ἀνδρὸς αἱμορροΐδων Ῥόου, ἡ νοῦσος παρῇ, ἐρεθίζειν τὰ χωρία, προχέειν τι τοῦ ξυνήθεος· ἢν δὲ μέλλῃ καὶ μὴ ἥκῃ, ἄλλῃ πη τοῦ αἵματος μεταρρυέντος, ἐπισπέρχῃ δὲ ἡ νοῦσος, κενώσιας ποιέεσθαι αὐτῷ, ἡγεόμενον ἀπὸ τῶν σφυρῶν. κἢν μὴ ἐς ὅσον χρὴ ἐντεῦθεν ἀφέλῃς, καὶ τὴν ἐπʼ ἀγκῶνι τάμνειν φλέβα. μεσηγὺ δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν ἀναθρέψ ιος τὴν ἱερὴν τὸ καθαρτήριον φάρμακον πιπίσκειν· ἔπειτα σικύην τοῖσι μέσοισι προσβάλλειν, τῷ ἥπατι ἐγχρίμπτοντα, πρήσσειν τε τὰ ἔργα ᾗ τάχος ἀνύοντα. σμικροῖσι μὲν γὰρ ἄκεσι οὐ πείθεται. κἢν ἐς τὰ μεγάλα δηθύνῃ, ἐν ἕδρῃ ἵζει ἡ μελαγχολίη· καὶ ἢν πάντη τοῦ σώματος ἐνοικήσῃ, αἰσθήσεσι, γνώμῃ, αἵματι, χολῇ, λάβηται δὲ καὶ νεύρων, αὐτή τε ἐς ἀνήκεστον τρέπεται, ἐντίκτειThe common reading, ἐγκοτεῖ, being evidently inadmissible, I have preferred the reading adopted by Ermerins, in preference to ἐγκροτεῖ, as suggested by Petit, or ἐγκύει as proposed by Wigan. τε τῷ σκήνεϊ ἑτέρων νοσημάτων τόκους, σπασμοῦ , μανίης, παραλύσιος· κἢν ἐκ μελαγχολίης τάδε γίγνηται, τὰ ἐπιγιγνόμενα ἀνήκεστα. ἐλλεβόρῳ ὦν χρέεσθαι ἐς ἴησιν τοῦ κακοῦ. ἐπίπροσθεν δὲ τοῦ ἐλλεβόρου χρὴ τόν τε στόμαχον μελετῆσαι ἐξεμέειν, καὶ τὰ ὑγρὰ λεπτῦναι, καὶ τὸ σκῆνος εὔροον ποιέειν· ἔμετοι δὲ τάδε πρήσσουσι, ἄλλοτε μὲν οἱ νήστιες, ἄλλοτε δὲ Ῥαφανῖδες. φράσω δὲ τόν τε τρόπον καὶ τὴν ὕλην· φράσω δὲ καὶ τοῦ ἐλλεβόρου τὰ εἴδεα, καὶ τῆς χρήσιος τοῦς τρόπους, καὶ ὅκως προευκρινῆσαι ἕκαστον χρὴ, καὶ ὅκως ἐν τοῖσι ἐμέτοισι ἀρήγειν. ἄπιστον, ἐπὶ τοῖσδε εἰ μὴ ἐλύθη ἐς τὸ πάμπαν ἡ νοῦσος, ἢ πολλῶν ἐτέων ἔσχε διαλείψιας. τὰ πολλὰ γὰρ τοῦδε ἀπότοκοι μελαγχολίαι· ἢν δὲ ἔμπεδος δε, μὴ ἤδη περιμένειν. χρὴ ὦν τὰ ἐς τὸν ἐλλέβορον ἅπαντα πρήσσειν. ὑγιέας μὲν ὦν ἅπαντας ποιέειν ἀδύνατον τοὺς νοσέοντας· ᾖ γὰρ ἂν ἰητρὸς κρέσσων θεοῦ.Hippocrat. Prognost. ἀπονίην δὲ καὶ διαλείψιας καὶ νούσων ἐπικρύψιας, δρῆν θέμις ἰητρόν. ἢ ὦν ἀπαυδῆν ἐπὶ τοῖσδε καὶ ἀπαρνεῖσθαι, προϊσχομένους τὸ ἄναλθες, ἢ καὶ ἐς τέλος τοῖσι ἔργοισι ὁμιλέειν· διδόναι δὲ καὶ τῆς ἱερῆς τῆς διʼ ἀλόης ἄλλοτε καὶ ἄλλοτε· καίριον γὰρ φάρμακον τῆς μελαγχολίης τόδε, στομάχου, καὶ ἥπατος, καὶ χολῆς καθάρσιος ἄκος ἐόν· ἀτὰρ καὶ μαλάχης σπέρματος, ὁκόσον ὁλκῆς δραχμὴν, πιπίσκειν ξὺν ὕδατι, ἄριστον πείρῃ τις ἐπιστώσατο. μυρία δὲ τῶν ἁπλῶν φαρμάκων ἄλλα ἄλλοισι ἔῃ χρηστά.