Thesauros Literature medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Book 1

8 ΣκίρρουLiddel and Scott, conformably to analogy, but in opposition to general usage, read σκῖρος. τοῦ ἐπὶ σπληνὶ λύσεις οὐ Ῥήϊσται. ἢν δὲ καὶ ἀπότοκοι τῶνδε νοῦσοι γένωνται, ὕδρωψ ἢ καχεξίη, ὀκέλλει τὸ κακὸν ἐς ἀνήκεστον, τὸν ἰητρὸν τὸν σκίρρον ἰῆσθαι. χρὴ ὦν ἀποτρέπειν γιγνομένους, καὶ λύειν ἄρτι ἀρχομένους · ἐνίστασθαι δὲ τῇσι φλεγμονῇσι , ἤνπερ οἱ σκίρροι διάδοχον ἐς διαπνοὴν ἄγωνται τὴν ἀπόστασιν. τάδε γὰρ φλεγμασίης· ἰητηρίοισι δὲ χρέεσθαι ὁκόσα μοι ἐν τῇσι ὀξείῃσι λέλεκται. ἢν δὲ πάντα σοι πρήσσοντι ἐν φλεγμασίῃ ὁ σκίρρος ἐμμένῃ καὶ πυρὶ ἰκέλοισι χρέο ἐς μάλθαξιν τῆς σκληρίας, τέγξεσι διʼ ὀξέος καὶ ἐλαίου, καὶ μέλιτος· ἀντὶ δὲ εἰρίων πτύγματα ἔστω ἀπὸ λίνου. ἐμπάσσειν ὧδε τῆς μυροβαλάνου σεσησμένης , ἐπιπλάσμασί τε τοῖσι μαλθακωτάτοισι.
← Previous 23 / 23

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme