Thesauros Literature medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Book 1

2 ἀτὰρ καὶ αἵδε δῆλαι διασφύξεσι. τάμνειν δὲ πρὸς τοῖς ὀστέοις τὰς μέζονας · αἵδε γὰρ ὀνηϊσταί. ἐπικέαται καὶ ἕτεραι ἑκάστῃσι, κάρτα λεπταὶ, ἃς οὐδʼ ὄφελος ἐκτάμνειν. ὁ δὲ τρόπος ἐν τῇσι χειρουργίῃσι λέλεκται. μέγα δὲ τὸ ἄκος κεφαλαίῃσι καὶ ἐπιληψίῃ, καὶ σκοτώμασι, καὶ ξυμβλήδην ἁπάσῃσι τῇσι τῆς κεφαλῆς νούσοισι.The common reading, instead of μέγα, is μετά; in Kühn's edition, κατά. The reading I have introduced seems to me self-evident.
2 ἐπὶ πᾶσι δὲ φλέγμα ἄγειν χρὴ προκενώσαν τα τὴν γαστέρα ἢ καταπότῳ ὑπηλάτῳ, ἢ κλυσμῷ· ἄλλοτε μὲν ἐκ Ῥινῶν πταρμικοῖσι, ἄλλοτε δὲ διὰ στόματος τοῖσι ἄγουσι φλέγμα. εἴδη δὲ πταρμικῶν μὲν πέπερι, στρουθίου ἡ Ῥίζα, κάστορος ὄρχις· τάδε καὶ ξυνῆ· ἐς λεπτὰ δὲ κόψαντα καὶ σήσαντα καλάμῳ ἐμφυσῆν ἢ καυλῷ πτεροῦχηνὸς παχέϊ. ἀγωγότερον δὲ τῶνδε καὶ βιαιότερον εὐφόρβιον ξύν τινι τῶνδε μιχθέν· ἀτὰρ καὶ ἐλαίοισι δὲ μίσγεται γλευκίνῳ, σικυωνίῳ, ἢ τῷ ἀπὸ στύρακος μύρῳ. ὑγρὸν δὲ γίγνεται κάρτα ὡς ἔκχυτον· ἐγχεῖται δὲ διὰ τοῦ Ῥινός γ αὐλοῦ. δίδυμοι δὲ οἵδε ξυμφυέες ἀπὸ μιῆς ἐκροῆς, ὡς ἐσάπαξ ἀμφοτέροισι ἐγχέειν. οὐ γὰρ ἀνασχετὸν ἡ διάστασις ἑκατέρου μυκτῆρος ἰδίῃ καὶ ἰδίῃ. πίμπραται γὰρ ἡ κεφαλὴ αὐτίκα καὶ δριμὺ ἄλγος αἱρέει· τὰ δὲ διὰ τοῦ στόματος ἄγοντα φλέγμα, σίνηπι, κόκκος ὁ τῆς κνίδης, πέπερι, σταφὶς ἀγρίη· τάδε ξὺν ἀλλήλοισι, καὶ ἰδίῃ· ἐπεὶ δὲ καὶ τῷ μασήσασθαι μὲν αὐτὰ καὶ τὸ πτύειν ξυνεχές ἐστι· καὶ ὕδατι ἢ μελικρήτῳ μίξαντα διδόναι, κλύζειν τε τὸ στόμα καὶ ἐς τὰ παρίσθμια παρώσαντα ἀνατάσι τοῦ αὐχένος, τῷ τῆς ἐκπνοῆς πνεύματι κλύζειν· ἐπὴν δὲ, ἐς ὅσον θέλῃς, τὸ φλέγμα ἀγάγῃς, λούειν καὶ καταιονεῖν τὴν κεφαλὴν κάρτα πολλῷ θερμῷ ὕδατι ἐς διαπνοήν. ἰσχυραὶ γὰρ γίγνονται σφηνώσιες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme