Book 1
2
ἢν δὲ ἐπὶ τουτέοισι ἡ κεφαλαλγίη μίμνῃ, κἤν ποτε ἀποπαύηται, αὐτὸ χρὴ ἐς τέλος ἥκειν τῆς ἰητρείης. φιλυπόστροφον γὰρ κακὸν, καὶ ἐν ἕδρῃἷζον τὰ πολλὰ φωλεύει. χρὴ ὦν ἀφαιρέοντα τὰς κόμας ξυρῷ, (καὶ γὰρ τόδε κεφαλῇ ὀνηϊστὸν) καίειν πυρίῃσι καυτήρων,Though I have not ventured to change πυρίῃσι into πυρῆνι, I have little doubt that the latter (which signifies the knob of a specillum or cautery) is the true reading. See P. ae. vi. 66, et pluries. ἐπιπολῆς μὲν ἐς μύας· ἢν δὲ μέσφι ὀστέου ἐθέλῃς, ἀπάνευθεν καὶ τῶν μυῶν· μύες γὰρ καυθέντες ἔασι σπασμῶν προκλήσιες. κἢν μὲν ἐπιπολῆς καύσῃς, οἶνον εὐώδη λευκὸν ξὺν Ῥοδίνῳ καταιονεῖν ἅλις. ὀθόνην δὲ χρὴ τέγξαντα ἐπιπεταννύναι τῇσι ἐσχάρῃσι μέσφι ἡμέρης τρίτης· ἢν δὲ βαθεῖαι ἔωσι αἱ ἐσχάραι, πράσου χρὴ κόμην ξὺν ἁλὶτρίψαντα ἠδὲ ἐς ὀθόνην ἐγχρίσαντα τιθέναι· τῇ δὲ τρίτῃ κηρωτὴν ἐκ Ῥοδίνου ἐπὶ τοῖσι ἐπιπολαίοισι, ἢ φᾳκὸν ξὺν μέλιτι ἐπὶ τῇσι βυθίοισι ἐσχάρῃσι τιθέναι. ὁκόσα δὲ ἐπὶ ὠτειλῇ φάρμακα ἄλλῃ πη γεγράψεται. ἔταμόν τινες ὑπὲρ μέτωπον κατὰ τὴν στεφάνην τὸ δέρμα ἄχρις ὀστέου· καὶ τόδε ἐπιξέσαντες ἢ ἐπικόψαντες μέσφι διπλόης ἐς σάρκωσιν ἤγαγον. οἱ δὲ καὶ ἐσέτρωσαν τῷ οστέῳ, μέσφι μήνιγγος. εὔτολμα δὲ τὰ ἄκεα· ἀλλὰ χρῆσθαι, κἢν ἐπὶ πᾶσι μὲν ἡ κεφαλαί η ἐπιμίμνῃ, ὁ δὲ νοσέων εὔθυμος, καὶ ὁ τόνος τοῦ σώματος ἀγαθός.
2
ἢν ἐκ προσαγωγῆς ἔωσι, γυμνάσια ὀρθὰ ἐς στέρνα καὶ ὤμους, χειρονομίη , ἁλτήρων βολὴ, ἔξαλσις, καὶ ἡ ξυνευπαί δευτος ἐν τούτοις ἀνείλησις· τρῖψις τὰ πρῶτα καὶ τὰ ὕστατα σκελῶν, κεφαλῆς δὲ ἐς μέσον.