Thesauros Literature medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Book 1

3 ἐπὴν δὲ τῶν ἀμφὶ τὴν κεφαλὴν ἀκέων ἵκγῃ ἐς τέλος, ὁκοσα βιαιότερα ἐς τοὺς σκοτώδεας, τάδε χρὴ πρήσσειν· ἐμέτοισι τοῖσι ἀπὸ δείπνου, ἠδὲ τοῖσι ἀπὸ Ῥαφανίδων χρέεσθαι, τὸ ἐκ τοῦδε δέον ἐστὶ, ἀτὰρ ἠδὲ ἐς ἐλλεβόρου παρασκευήν · μελέτῃσι γὰρ χρὴ τοῦ στομάχου ἐμέειν, ἐπὶ τοῖσι δεινοτέροισι ἐμετηρίοισι· ἀτὰρ καὶ τὸ φλέγμα λεπτότερον νῦν γίγνεται, καὶ ἐς τὸν ἐλλέβορον εὔχυτον · ἐλλεβόρου δὲ δόσιες πλεῦνες, τοῖσι μὲν ἰσχυροτέροισι ὀρέξαι ἐς μέγεθος σησάμου,Ermerins, following the suggestion of Petit, substitutes this word for ἄμης, which is quite unsuitable to the place. ἢ ὀλίγον ἁδρότερον τετμημένον· ξὺν χόνδρῳ τε πλυτῷ ἢ φακῷ ἡ δόσις· σταθμὸς δὲ ὁλκῆς δραχμαὶ δύο. ἐπὶ δὲ τῶν ἀσθενεστέρων καὶ ἰσχνοτέρων τὸ ἕψημα ξὺν μέλιτι· μέτρον μυστίλαι δύο ἢ τρεῖς· τῆσδε ποιήσιος ὁ τρόπος ἄλλῃ πη λελέξεται. μεσηγὺ δὲ ἑκάστου ἄκεος, ὑπανατρέφειν τὸν νοσέοντα, ἐς τὴν τῶν μέσων ὑπομονήν.
3 ἀρήγειν δὲ καὶ ἐπὶ τοῖσι παροξυσμοῖσι ὧδε· διαδέειν μὲν τὰ σκέλεα ὑπὲρ σφυρὰ καὶ γούνατα, καὶ χειρὸς καρπούς τε καὶ βραχίονας ἔνερθε τῶν ὤμων πρὸς τοῖσι ἀγκῶσι. τέγξιες κεφαλῆς· Ῥόδινον μύρον ξὺν ὄξεϊ· ἐνεψῆσαι δὲ χρὴ τῷ ἐλαίῳ ἑρπύλλιον, ἢ σπονδύλιον, ἢ κισσοὺς, ἤ τι τοιόνδε. ἀνάτριψις ἄκρων καὶ προσώπου· ὄσφρησις ὄξεος, γλήχωνος, ἡδυόσμου, καὶ τάδε ξὺν ὄξεϊ. διάστασις τῆς γένυος· ἔσθʼ ὅπη γὰρ ἐρείδουσι τὰς γνάθους· γαργαλισμὸς παρισθμίων, ἐμετοῦ πρόκλησις. ἐπὶ γὰρ ἐγχύσι κοτὲ φλέγματος ἀνέγροντο ἐκ τοῦ ζόφου. τάδε μὲν ὦν ἐς τὴν τοῦ παροξυσμοῦ παρηγορίην, καὶ σκέδασιν τοῦ ζοφώδεος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme