Thesauros Literature medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Book 2

7 τροφὴ δὲ καθαρὴ, εὔχυμος, εὔπεπτος, ἁπλῆ· καὶ δίαιτα εὐκρινὴς πάντη, καὶ ἐν ὕπνοισι, καὶ περιπάτοισι, καὶ χώρῃσι· γυμνάσια, δρόμοι, καὶ ἀνειλήσιες , καὶ κωρυκοβολίαι· ἅπαντα ἀκάματα ξὺν ἐμμελεῖ ἐπιτάσι· ἔστω δὲ καὶ ἀναφώνησις, τοῦ πνεύματος γυμνάσιον τὸ καίριον. ἐσθὴς ἔστω καθαρὴ, οὐχ ὡς ὁρῆσθαι μοῦνον ἥδε, ἀλλʼ ὅτι καὶ τὰ πινόεντα ὀδαξώδεα τῷ δέρματι. πιπίσκειν ἀψινθίου τοῦ οἴνου νήστιας. ἄριστον δὲ ἄρτος ἐκ κριθῶν, καὶ τάριχος ὡραῖος, καὶ σμικρόν τι μαλάχης ἢ κράμβης ἡμίεφθον, ξὺν κυμίνου ἐμβάμματι· ἐς δὲ δεῖπνον, σταφυλίνου ἡ Ῥίζα, καὶ χόνδροι, ξὺν τῷ οἴνῳ καὶ τῷ μέλιτι παλαίῳ τὴν μῖξιν, καὶ τὰ θαλάσσια, ὁκόσα τὴν γαστέρα ὑπολύει, τελλίνων ζωμοὶ, ὄστρεα, ἐχῖνοι καὶ τῶν ἰχθύων οἱ πετραῖοι· χερσαίων δὲ, τὰ θηρία, λαγώς, ἢ σῦς. πετεινῶν, πέρδικες πᾶσαι, φάσσαι, πελειάδες, καὶ ὁκόσα ἡ χώρη ἄριστα ἴσχει. ἀκροδρύων τὰ ὡραῖα· οἶνοι γλυκεῖς οἰνωδέων κρείσσονες. λουτρὰ φύσι θερμὰ, θειώδη · καὶ βίος ἐν ὕδασι μακρὸς, ἠδὲ καὶ θάλασσα, καὶ πλοῦς.
7 Ἐλλεβορισμοί· ἐλλέβορος λευκὸς μὲν τῆς ἄνω κοιλίης κάθαρσις· μέλας δὲ τῆς κάτω· καὶ ἔστιν ὁ λευκὸς οὐκ ἐμετήριον μοῦνον, ἀλλὰ καὶ ξυμπάντων ὁμοῦ καθαρτηρίων ὁ δυνατώτατος, οὐ τῷ πλήθεϊ καὶ τῇ ποικιλίῃ τῆς ἐκκρίσιος· τόδε γὰρ καὶ χολέρη πρήσσει· — οὐδʼ ἐντάσεσι καὶ βίῃ τῇσι ἐπὶ τοῖσι ἐμέτοισὶ, — ἐς τόδε γὰρ ναυτίη καὶ θάλασσα κρέσσον· ἀλλὰ δυνάμι καὶ ποιότητι οὔτι φαύλῃ, τῇπερ καὶ ὑγιέας τοὺς κάμνοντας ποιέει, καὶ ἐπʼ ὀλίγῃ τῇ καθάρσι, καὶ ἐπὶ σμικρῇ τῇ ἐντάσι· ἀτὰρ καὶ πάντων τῶν χρονίων νοσημάτων ἐς Ῥίξαν ἱδρυμέν ων, ἢν ἀπαυδήσῃ τὰ λοιπὰ ἄκεα, τόδε μοῦνον ἰητήριο ν. πυρὶ ἴκελον γὰρ ἐς δύναμιν λευκὸς ἐλλέβορος· καὶ ὅ τί περ πῦρ ἐργάζεται ἐκκαῖον, τοῦδε πλέον ἐλλέβορος εἴσω παρεκθέων πρήσσει, εὔπνοιαν μὲν ἐκ δυσπνοίης, ἐξ ἀχροίης δὲ εὐχροίην, καὶ ἀπὸ σκελετίης εὐσαρκίην.
← Previous 10 / 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme