Book 2
Κεφ. γ. Θεραπεία λιθιάσε ως καὶ ἑλκώσεως Νεφρῶν.
2
ἀμφὶ μὲν φλεγμασίης , καὶ αἱμορραγίης, καὶ ὁκόσα ὀξέως ἀπὸ νεφρῶν κτείνει, ἐν τοῖσι ὀξέσι γεγράφαται· ἀμφὶ δὲ ἑλκώσιο ς, ἠδὲ λίθων γενέσιος, ὁκόσα τὰ πολλὰ ξυναποθνήσκει πρεσβύτῃσι, μάλιστα νῦν γράφω· ἄγχιστα μὲν ἐς ἄκεσιν· εἰ δὲ μὴ, οἷσι ὅγε παρηγορήσεται.
2
λίθων μὲν ὦν εὐφυῆ γένναν ἐς ἄγονον τρέψαι, ἀδύνατον. Ῥηΐτερον μὲν γὰρ μήτρην ἄτοκον θέμεναι, ἢ νεφροὺς λιθιῶντας ἀλίθους. ἐς διέξοδον ὅκως ἀρηγειν χρή· ἢν ὦν ἐν ἕδρῃ ἵζωσι οἱ λίθοι, τὰ ἄκεα φράσω. κάρτα γὰρ ὀδυνέονται , ποτὶ καὶ ἐξέθανον στρόφοισι καὶ εἰλέῳ κώλου καὶ ἰσχουρίῃ. ξυναφέα γὰρ ἀλλήλοισι νεφροί τε καὶ κῶλον. ἢν γὰρ λίθων ἐντάσιες ἔωσι, ἐπὶ δὲ τοῖσι ἰσχουρίη τε καὶ στρόφοι, τὴν ἐπὶ τῷ σφυρῷ τάμνειν φλέβα τῷ κατʼ ἴξιν τοῦ νεφροῦ. αἱ γὰρ τοῦ αἵματος ἀπὸ νεφρῶν ἔκροιαι ἀνιᾶσι τῶν λίθων τὰς σφίγξιας. φλεγμονὴ γὰρ δήσασα ἴσχει τὰ πάντα· φλεγμον ῆς δὲ κενεαγγείη λύσις· τέγγειν τε τὰς ψύας ἔνθα τῶν νεφρῶν ἡ χώρη· λίπας δὲ παλαιὸν, ἢ τὸ νέον, Ῥύτην ἰσχέτω· οὐρητικὸν δὲ καὶ ἀνήθου ἡ κόμη καὶ λιβανωτὶς, ἢ σάμψυχον. τοῖσδε χρὴ, ὅκως ὕδατι, καταιον εῖν· σμικρὸν γὰρ αἱ χρίσιες. ἀτὰρ καὶ τοῖσδε πυριῆν, βοείῃσι κύστεσι ἐγχέοντα ἔλαιον ἀνθέμιδος. ἐπιπλασμάτων νῦν ὕλη ξὺν τοῖσι ἀλήτοισι ἡ ωὐτή. ἔλυσε καὶ σικύη κούφη κοτὲ τῶν λίθων τὴν ἔνστασιν· ἄριστον δὲ κἢν ἐπὶ φλεγμασίης σχάσῃς. ἢν δὲ τάδε σοι ποιέοντι ἔτι μίμνωσι οἱ λίθοι, ἐς ἔλαιον τὸν ἄνθρωπον καθιέναι. τόδε γάρ τοι ἅμα πάντα ποιέει· ἀλέῃ μὲν χαλᾷ, πῆ δὲ ἐκγλισχραίνει· τὸ δριμὺ δὲ ἐς προθυμίην δάκνει. τάδε μέντοι ἔξοδα λίθων καὶ σφῶν προκλήσιες· πίνειν δὲ φαρμάκων τῶν ἁπλῶν μὲν Ῥίζας, φοῦ, μῆον, ἄσαρον· βοτάνας δὲ, τὴν πριονίτην, ἢ πετρόσελινον, ἢ σίον· ποικίλων δὲ, μύρα μὲν ὁκόσα ἴσχει νάρδον, κασίην, σμύρναν, κιννάμωμον. In the Askew ms. there is a lacuna here, occupying a whole page, but none at the end of the chapter, as in the printed editions.