Thesauros Literature medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Book 2

7 τάμνειν ὦν τὰς ἐπʼ ἀγκῶνι φλέβας· ἄμφω δέ· τάμνειν δὲ καὶ τὰς ἐπὶ σφυροῖσι μὴ αὐτῆμαρ·Petit, Wigan, and Ermerins are all agreed, that the negative particle, although wanting in the mss., is here required by the sense. κρέσσον γὰρ ἡ διάστασις ἔς τε πολλὴν τὴν τοῦ αἵματος Ῥοὴν, καὶ ἐς ἀνάκλησιν τῆς δυνάμιος. χρεὼν γὰρ αἷμα πολλάκις καὶ πολλὸν ἐκχέαι, τοῦ πάθεος τὴν τροφήν. σμικρὸν δὲ ἐν αὐτέῳ τὸ χρηστὸν, τῆς φύσιος ἡ τροφή. ξυντεκμ αίρεσθαι ὦν, ἀφαιρέοντα τὸ πονηρὸν, καὶ ἔντηκτον μεσηγὺ τὸ οἰκεῖον, μέσφι ἂν προαπαυδήσῃ ἀτροφίῃ ἡ νοῦσος. ἡ γὰρ νεαρὴ, ξυμπλακεῖσα τῷ σώματι, χρόνῳ μακρῷ ἠμαύρωσε τὴν παλαιήν· ἔπειτα τὴν ἱερὴν πιπίσκειν μὴ ἐσάπαξ· ἀλλὰ γιγνέσθω πάντα πολλάκις ἐξ ἀναλήψιος καὶ παλινδρομίης. ἔστω καὶ ἡ ἄλλη κάθαρσις φαρμακώδης ἐν σιτίῳ· ἡ ἐπὶ τῷ ἰσχίῳ, ἥν ἔλεξα, ἔστω. ἠδὲ γάλα ἀδιάκρτον — πολλὸν δὲ ἔστω τόδε — ἐς διαχώρησιν πιεῖν. ἐχέτω δὲ μοίρην τὴν πέμπτην ὕδωρ, ὡς πᾶν τὸ γάλα διεκθέειν. ἐς ἐμέτους δὲ θᾶσσον ἄγειν, νήστιας τὸ πρῶτον, ἀπὸ σίτων δʼ αὖθις, ἔπειτα ἀπὸ Ῥαφανίδων· πολλάκις δὲ καὶ ξυνεχέως πάντα γιγνέσθω. ἐς ἐλλέβορον ἄγοντα καιρῷ παντὶ, μᾶλλον δὲ ἔαρος καὶ φθινοπώρου διδόναι, ἡμέραν ἀφʼ ἡμέρας, καὶ αὖθις ἐς νέωτα· κἢν ἡ νοῦσος κρατυνθῇ, φαρμάκων ποτῶν ὁκόσα τις γιγνώσκει πιπίσκειν· ἀγαθὸν γὰρ φαρμακεύειν πολλὸν ἐς ὄνησιν. κἀγὼ δὲ ὁκόσα γιγνώσκω γράφω· κεδρίης κύαθον ἕνα, κράμβης δύο μίσγοντα, διδόναι. ἄλλο· σιδηρίτιδος τοῦ χυλοῦ κύαθος εἶς, τριφυλλίου εἷς, οἴνου καὶ μέλιτος κύαθοι δύο. ἄλλο· ἐλέφαντος τοῦ ὀδόντος Ῥινήματος ὁλκῆς δραχμὴ, ξὺν οἴνῳ Κρητὶ ἐς κυάθους δύο· ἀτὰρ καὶ τῶν ἔχεων τῶν ἑρπετῶν θηρίων αἱ σάρκες, καὶ αἵδε ἐς ἀρτίσκους πεπλασμέναι πίνονται· ἀποτάμνοντα δὲ χρὴ τῆς κεφαλῆς καὶ τῆς οὐραίης ἑκάστου, ὁκόσον δακτύλους τέσσαρας, τὸ λοιπὸν ἑψεῖν ἐς διάκρισιν τῶν ἀκανθῶν. τὰς δὲ σάρκας, ἀρτίσκους διαπλάσαντας, ψύχειν ἐν σκιῇ· πιπίσκειν δὲ τούσδε, ὅκως καὶ τὴν σκίλλην· καὶ αὐτοὶ δὲ οἱ ἔχιες ὄψον ἐν δείπνῳ· ὡς ἰχθύας δὲ χρὴ τούτους σκευάσαι· ἢν δὲ τὸ διʼ ἐχιδνῶν, τὸ ποικίλον, παρέῃ φάρμακον, ἀντὶ πάντων πίνειν τόδε· ἴσχει γὰρ πάντα ὁμοῦ· Ῥύπτειν δὲ καὶ τὸ σκῆνος, καὶ τοὺς ὄχθους λεαίνειν. φάρμακα δὲ ἄλλα μυρία τῶν Κελτέων, οἳ νῦν καλέονται Γάλλοι, τὰς λιτρώδεις τὰς ποιητὰς σφαίρας, ᾗσι Ῥύπτουσι τὰς ὀθόνας, σάπων ἐπίκλην, τῇσι Ῥύπτειν τὸ σκῆνος ἐν λουτρῷ ἄριστον· καὶ ἀνδράχνη καὶ ἀείζωον ξὺν ὄξεϊ, ἀτὰρ καὶ λαπάθου Ῥιζέων ἀφέψημα ξὺν ἀπύρῳ θείῳ Ῥύπτει καλῶς. ποικίλον δὲ, ἁλκυονίου τοῦ λείου, καὶ νίτρου, καὶ τρυγὸς ὄξεος κεκαυμένης , καὶ στυπτηρίης σχιστῆς, καὶ θείου τοῦ ἀπύρου, καὶ κόστου, καὶ ἴριδος, καὶ πεπέριος· τάδε χρὴ πάντα μίσγειν, ἑκάστῳ τὸ πρὸς δύναμιν, ἄλλο δὲ ἄλλῳ ἶσον· καὶ τόδε καταπάσσοντα ἀνατρίβειν. ἐς δὲ τοὺς ὄχθους τοῦ προσώπου, κλημάτων τὴν σποδιὴν ξύν τινι θηρίων στέατι μίσγοντα χρίειν, λέοντος, ἢ παρδάλιος, ἢ ἄρκτου, ἢν δὲ μὴ, χηναλώπεκος. ὅμοιον γὰρ ἐν ἀνομοίῳ, ὅκως πίθηκος ἀνθρώπῳ, ἄριστον· καὶ ἀμμωνιακὸν τὸ θυμίημα ξὺν ὄξεϊ, καὶ ἀρνογλώσσου χυλῷ, ἢ πολυγόνου, καὶ ὑποκιστὶς καὶ λύκιον· ἢν δὲ πελιδναὶ ἔωσι αἱ σάρκες, προεγχαράσσειν ἐκχυλώσιος εἵνεκεν· ἢν δʼ ἐπὶ τοῖσι δριμέσι Ῥεύμασι ἀναδαρέντα πρηο̈́νειν τὰ μέρεα ἐθέλῃς, τήλιος ἀφέψημα, ἢ πτισάνης χυλὸς, Ῥύμμα μαλθακόν· λιπας δὲ Ῥόδινον, ἢ σχίνινον. λουτρὰ δὲ ξυνεχέα ξύμφορα ἐς ὑγρασμὸν καὶ ἐς διαπνοὴν τῶν κακῶν χυμῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme