Thesauros Literature military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
22.3 περὶ δὲ τὸ στρατήγιον σκηνοῦν καὶ διατελεῖν ἀεὶ τὸν σαλπιγκτὴν καὶ τοὺς δρομοκήρυκας, ἵν̓, ἐάν τι δέῃ σημῆναι ἤ παραγγεῖλαι, ἐξ ἑτοίμου ὑπάρχωσι, καὶ οἵ τε ἄλλοι φύλακες τὸ μέλλον αἴσθωνται καὶ οἱ περίοδοι ὅπου ἂν ὄντες τύχωσι κατὰ περιοδίαν τῆς πόλεως.
22.4 ἔπειτα τούς τε ἐπὶ τῷ τείχει φύλακας καὶ τοὺς ἐν τῇ ἀγορᾷ καὶ ἐπὶ τῶν ἀρχείων καὶ τῶν εἰς τὴν ἀγορὰν εἰσβολῶν καὶ τοῦ θεάτρου καὶ τῶν ἄλλων κατεχομένων χωρίων διὰ βραχέων τε φυλάσσειν, καὶ πολλὰς εἶναι τὰς φυλακὰς καὶ ἅμα πολλοὺς ἀνθρώπους.
22.5 ἐν γὰρ τῷ δι’ ὀλίγου φυλάσσειν οὔτʼ ἂν κατὰ μῆκος χρόνου δύναιτό τις πρᾶξαί τι πρὸς τοὺς πολεμίους καὶ νεωτερίσαι φθάσας, ἧττόν τʼ ἂν ὕπνοι ἐγγίγνοιντο διὰ βραχέος φυλασσόντων, τῷ τε πολλοὺς ἅμα φυλάσσειν μᾶλλον δύναιτο ἐκφερομυθεῖσθαί τι τῶν πρασσομένων.
22.5a ἐγρηγορέναι τε ὡς πλείστους ἄμεινον ἐν τοῖς κινδύνοις καὶ πάντας φυλάξαι ἐν τῇ νυκτί, ἵνʼ ὡς πλεῖστοι καθʼ ἑκάστην φυλακὴν προφυλάσσωσιν.
22.6 ἐὰν δὲ ὀλίγοι τε καὶ μακρὰς φυλάσσωσιν, ὕπνος τʼ ἂν ἐγγίγνοιτο διὰ τὸ μῆκος τῶν φυλακῶν, καὶ εἴ τινές τι ἐγχειροῖεν νεωτερίσαι, ὑπάρχοι ἂν αὐτοῖς τοῦ χρόνου τὸ μῆκος καὶ φθάσαι καὶ λαθεῖν πράξαντάς τι πρὸς τοὺς πολεμίους· διὸ δεῖ τὰ τοιαῦτα μὴ ἀγνοεῖν.
22.7 ἔτι δὲ χρὴ ἐν τοῖς κινδύνοις καὶ τάδε προνοεῖν. τῶν φυλάκων μηδένα προγιγνώσκειν μήτε ὁπόστην μήτε ὅπου φυλάξει τῆς πόλεως· μηδὲ τῶν αὐτῶν ἀεὶ τοὺς αὐτοὺς ἡγεῖσθαι, ἀλλʼ ὡς πυκνότατα πάντα μεθιστάναι τὰ περὶ τὴν πολιτοφυλακίαν· οὕτω γὰρ ἂν ἥκιστά τις δύναιτο τοῖς ἔξω προδιδοὺς δηλοῦν τι ἢ προσδέξασθαι παρὰ τῶν πολεμίων,
22.8 μὴ προειδότες ὅπου τοῦ τείχους τὴν νύκτα ἔσονται μηδὲ μεθʼ ὧν, ἀλλʼ ἀγνοοῦντες τὸ μέλλον. καὶ τοὺς ἡμέρας φυλάξαντας μὴ φυλάσσειν νυκτός· οὐ γὰρ ἐπιτήδειον προειδέναι ἃ μέλλει ἕκαστος πράσσειν.
22.9 Προφυλάσσοιέν τʼ ἂν ἐκ τῶν ἐπὶ τῷ τείχει φυλακίων προφύλακες ὧδε. ἐξ ἑκάστου γὰρ φυλακίου καθʼ ἑκάστην φυλακὴν προφυλασσόντων εἷς ἀνὴρ ἐπὶ τὸ ἐχόμενον φυλάκιον, καὶ ἀπʼ ἐκείνου ἄλλος εἰς τὸ ἐχόμενον, καὶ ἀπὸ τῶν ἄλλων ἄλλοι εἰς τὰ ἄλλα· παρηγγέλθω δὲ ποιεῖν ἁπαξάπαντας τοῦτο ἀπὸ συσσήμων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme