Thesauros Literature military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
26.6 ἔχειν δὲ καὶ περιοδεύοντας λίθους ἐν ταῖς σκοτειναῖς νυξὶ καὶ βάλλειν ἄλλην καὶ ἄλλην εἰς τὸ ἔξω μέρος τοῦ τείχους. οἱ δὲ οὐκ ἐπαινοῦσι τοῦτο διὰ τὰ προγεγραμμένα.
26.7 ἐν ὑποψίᾳ ὄντων ἀλλήλοις χρὴ δὲ τὰς περιοδείας εἶναι κάτω τοῦ τείχους, καὶ μὴ ἀναβαίνειν τοὺς περιόδους πλὴν τῶν φυλάκων.
26.7 Καὶ ἐὰν στράτευμα κεκακοπαθήκῃ μάχῃ λειφθέν, ἢ διὰ τὸ πλῆθος ἀποβαλεῖν νεκρῶν ἢ τραυματιῶν, ἢ συμμάχων ἀποστάσει ἢ δι’ ἄλλο τι σύμπτωμα ἀθυμῇ καὶ τεταπεινωμένον ᾖ, ἐπικίνδυνά τε ᾖ πολεμίων ἐγγὺς ὄντων, χρὴ τὰ προγεγραμμένα κατὰ τὰς φυλακὰς πράσσειν.
26.8 καὶ τὰς περιόδους ἐν τοῖς τοιούτοις καιροῖς πυκνάς τε χρὴ περιοδεύειν καὶ οὐ δεῖ προθυμεῖσθαι ἐν ταῖς περιοδείαις εὑρίσκειν τινὰς τῶν προφυλασσόντων ἀμελεστέρως διακειμένους διὰ ὕπνον ἢ κάματον· οὐ γὰρ συμφέρει οὕτω διακείμενον τὸ στράτευμα ἔτι ἀθυμότερον καθιστάναι (εἰκὸς δὲ ὅταν εὑρεθῇ αἰσχρόν τι ποιῶν ἀθυμεῖν), ἀλλὰ μᾶλλον πρὸς θεραπείαν τε καὶ ἀνάληψιν αὑτῶν τραπέσθαι.
26.9 καὶ περιόδους ἐν τοῖς τοιούτοις καιροῖς ἐκ πλείονος χωρίου καταδήλους εἶναι προσιόντας τοῖς φύλαξι φωνοῦντάς τι πόρρωθεν, ὅπως ἀνεγερθῇ ἐὰν καθεύδῃ ὁ προφύλαξ καὶ παρασκευάσηται ἀποκρίνεσθαι τὸ ἐρωτώμενον.
26.10 ἄριστον δὲ αὐτὸν τὸν στρατηγὸν ἐν τοῖς τοιούτοις καιροῖς ἐπιμελῶς ἑκάστην περιοδεύειν μετὰ τῶν αὐτῶν ἀπολέκτων ἀνδρῶν. ὑπεναντίως δὲ τούτοις διακειμένου στρατεύματος ἐπισπερχεστέρως τοὺς φύλακας ἐξετάζειν.
26.11 ἐφοδεύειν τε τὸν στρατηγὸν μηδέποτε τὴν αὐτὴν ὥραν ἀλλʼ ἀεὶ διαλλάσσοντα, ἵνα μὴ προειδότες σαφῶς ἐκ πολλοῦ χρόνου τὴν ἄφιξιν τοῦ στρατηγοῦ οἱ στρατιῶται ταύτην μάλιστα τὴν ὥραν φυλάσσωσιν.
26.12 Ἀποδέχονται δὲ τινες καὶ τόδε ἐπαγγελλομένων τινῶν καὶ κελευόντων. τὸν πολίταρχον, ἐὰν μὴ θέλῃ περιοδεύειν διὰ κόπον τινὰ ἢ ἀρρωστίαν, θέλῃ δὲ εἰδέναι τὸν μὴ φυλάσσοντα καθʼ ἑκάστην φυλακήν, τάδε ποιεῖν χρή·
26.13 λαμπτῆρας εἶναι προσυγκείμενον ἔστω πᾶσι τοῖς ἐπὶ τῷ τείχει φύλαξιν καὶ ἕνα πρὸς ὃν πάντες ἀνταροῦσιν οἱ προφύλακες· ἀειρέσθω δὲ ἐκ τόπου ὅθεν πάντες ὄψονται οἱ ἐπὶ τοῦ τείχους φύλακες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme